Warning: session_start(): Cannot start session when headers already sent in /home/stixoi/public_html/core.php on line 23
Ίαμβρωξ Ιαμβικώς

Ίαμβρωξ Ιαμβικώς

Δημιουργός: tomas_to_tomari

Jabberwocky

Εκτύπωση από: http://www.stixoi.info


Kαυσπροῦντος ἤδη, γλοῖσχρα διὰ περισκιᾶς
στρυβλοῦντα καὶ στρομφοῦντ’ ἂν εὑρίσκοις τόφα,
δεινὴ δ’ ἐπέσχε σωθρία βορυγρόφας,
ῥάθαισι δ’ ἀντιποικὸν ὕμνησαν ῥάθαι
ἔκγριμμα· τὸν δὲ πρέσβυν ἐξαυδᾶν κλύω·
‘παῖ, παῖ, φύγοις ἄν ἐμπέδως Ἰάμβροχα,
ἔιτ’ ὄνυχι μάρπτων εἴτε δὴ δάκνων τύχοι
γνάθοισιν, ἀπρόσοιστον· ὣς δ’ αὔτως φυγεῖν
ὄρνιθα δεινὸν Γυπογῦπ’· οὐδ’ ἂν φθάνοις
ἐλθὼν δαφλοισβῷ πρὸς λόγους Βανδράρπαγι.’
ὁ δ’ ἐν χεροῖν εὔκοπνον ἐξάρας ξίφος
θήρας ὅμως μετ’ ἴχνος ὀλγώδους ἔβη·
τέλος δ’ ἀπειπών, πολλὰ συννοούμενος,
πλείστην ὅπου παρέσχε φλαττόθρατ σκιάν,
ἔστη δι’ ὀλίγου· χὠς ἔβοσκεν ἀργίλας
θυμῷ μερίμνας, ἐμπύροισιν ὄμμασιν
σμύζων Ἰάμβρωξ ἔπτετ’ ἐκ ψυδνῆς νάπης,
δῆλος δὲ βορβολισμὸς ἦν ποτωμένου·
ταύτην δὲ καὶ δίχ’, ὡς ἐσεῖδε, καὶ τρίχα,
ἔνθεν τε κἄνθεν διάτορον πληγὴν νέηων,
ἔσνιξεν, ἐξέσναξεν εὐκόπνῳ ξίφει,
εῖθ’ οὗπερ ἔκτα κειμένης τεμὼν κάρα
γαυχούμενος κατῆλθεν· ἀσπαστὸν δ’ ἰδὼν
ἐλθόνθ’ ὁ πρέσβυς, τοιάδ’ ἐξεφρίγκασεν·
‘ὦ χαῖρε λάμπωψ· ὡς Ἰαμβροχοκτόνον
τόδ’ ἀγκάλισμα παιδὸς ἀσμένως ἔχω.
ὦ τρισβακαρτὸν ἦμαρ· ὦ καλοῦ καλά.’
ἤδη δ’ ἐκαύσπρει, γλοῖσχρά τ’ ἐν περισκιᾷ
στρυβλοῦντα καὶ στρομφοῦντ' ἂν εὑρίσκοις τόφα,
δεινὴ δ’ ἐπέσχε σωθρία βορυγρόφας,
ἔκγριμμα δ’ ἀντιποικὸν ὕμνησαν ῥάθαι.


Ronald Knox. The Salopian, June, 1918
Original poem, Lewis Carroll. Through the Looking-Glass, and What Alice Found There 1871

Δημοσίευση στο stixoi.info: 20-06-2017