|
Στίχοι: Εκκλησιαστικοί
Μουσική: Σταύρος Κουγιουμτζής
Σήμερον κρεμᾶται, σήμερον κρεμᾶται,
σήμερον κρεμᾶται ἐπὶ ξύλου.
Σήμερον κρεμᾶται ἐπὶ ξύλου,
σήμερον κρεμᾶται ἐπὶ ξύλου,
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται
ὁ τῶν ἀγγέλων βασιλεύς.
Ψευδῆ πορφύραν περιβάλλεται
ὁ περιβάλλων τὸν οὐρανον ἐν νεφέλαις.
Ράπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχη ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἒνδοξόν σου ἀνάστασιν.
Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχη ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ.
Δεῖξον ἡμῖν καὶ τὴν ἒνδοξόν σου ἀνάστασιν.
|
 |  |  |  |  |  | | Στατιστικά στοιχεία | |  | | Δημοφιλία: - Αναγνώσεις: 11487 Σχόλια: 1 Αφιερώσεις: 0
| |  | | | |  |
|