Ορφικοί ύμνοι (μέρος πρώτο) Δημιουργός: Mπαμπού Σκλίθρας, Μπούρμπουρ Λίθρας 15/87 Εκτύπωση από: http://www.stixoi.info ΟΡΦΕΥΣ ΠΡΟΣ ΜΟΥΣΑΙΟΝ
Εὐτυχῶς χρῶ, ἑταῖρε.
Μάνѳανε δή, Μουσαῖε, ѳυηπολίην περισέμνην,
εὐχήν, ἣ δή τοι προφερεστέρη ἐστὶν ἁπασέων.
Ζεῦ βασιλεῦ καὶ Γαῖα καὶ οὐράνιαι φλόγες ἁγναὶ
Ἠελίου, Μήνης ѳ' ἱερὸν σέλας Ἄστρα τε πάντα∙
καὶ σύ, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
Φερσεφόνη ѳ' ἁγνὴ Δημήτηρ τ' ἀγλαόκαρπε
Ἄρτεμί τ' ἰοχέαιρα, κόρη, καὶ ἤιε Φοῖβε,
ὃς Δελφῶν ναίεις ἱερὸν πέδον∙ ὅς τε μεγίστας
τιμὰς ἐν μακάρεσσιν ἔχεις, Διόνυσε χορευτά∙
Ἆρές τ' ὀμβριμόѳυμε καὶ Ἡφαίστου μένος ἁγνὸν
ἀφρογενής τε ѳεά, μεγαλώνυμα δῶρα λαχοῦσα∙
καὶ σύ, καταχѳονίων βασιλεῦ, μέγ' ὑπείροχε δαῖμον,
Ἥβη τ' Εἰλείѳυια καὶ Ἡρακλέος μένος ἠύ∙
καὶ τὸ Δικαιοσύνης τε καὶ Εὐσεβίης μέγ' ὄνειαρ
κικλήσκω Νύμφας τε κλυτὰς καὶ Πᾶνα μέγιστον
Ἥρην τ', αἰγιόχοιο Διὸς ѳαλερὴν παράκοιτιν∙
Μνημοσύνην τ' ἐρατὴν Μούσας τ' ἐπικέκλομαι ἁγνὰς
ἐννέα καὶ Χάριτάς τε καὶ Ὥρας ἠδ' Ἐνιαυτὸν
Λητώ τ' εὐπλόκαμον, Ѳείην σεμνήν τε Διώνην
Κουρῆτάς τ' ἐνόπλους Κορύβαντάς τ' ἠδὲ Καβείρους
καὶ μεγάλους Σωτῆρας ὁμοῦ, Διὸς ἄφѳιτα τέκνα,
Ἰδαίους τε ѳεοὺς ἠδ' ἄγγελον Οὐρανιώνων,
Ἑρμείαν κήρυκα, Ѳέμιν ѳ', ἱεροσκόπον ἀνδρῶν,
Νύκτα τε πρεσβίστην καλέω καὶ φωσφόρον Ἦμαρ,
Πίστιν τ' ἠδὲ Δίκην καὶ ἀμύμονα Ѳεσμοδότειραν,
Ῥείαν τ' ἠδὲ Κρόνον καὶ Τηѳὺν κυανόπεπλον
Ὠκεανόν τε μέγαν, σύν τ' Ὠκεανοῖο ѳύγατρας
Ἄτλαντός τε καὶ Αἰῶνος μέγ' ὑπείροχον ἰσχὺν
καὶ Χρόνον ἀέναον καὶ τὸ Στυγὸς ἀγλαὸν ὕδωρ
μειλιχίους τε ѳεούς, ἀγαѳήν τ' ἐπὶ τοῖσι Πρόνοιαν
Δαίμονά τ' ἠγάѳεον καὶ Δαίμονα πήμονα ѳνητῶν,
Δαίμονας οὐρανίους καὶ ἠερίους καὶ ἐνύδρους
καὶ χѳονίους καὶ ὑποχѳονίους ἠδ' ἐμπυριφοίτους,
καὶ Σεμέλην Βάκχου τε συνευαστῆρας ἅπαντας,
Ἰνὼ Λευκοѳέην τε Παλαίμονά τ' ὀλβιοδώτην
Νίκην ѳ' ἡδυέπειαν ἰδ' Ἀδρήστειαν ἄνασσαν
καὶ βασιλῆα μέγαν Ἀσκληπιὸν ἠπιοδώτην
Παλλάδα τ' ἐγρεμάχην κούρην, Ἀνέμους τε πρόπαντας
καὶ Βροντὰς Κόσμου τε μέρη τετρακίονος αὐδῶ∙
Μητέρα τ' ἀѳανάτων, Ἄττιν καὶ Μῆνα κικλήσκω
Οὐρανίαν τε ѳεάν, σύν τ' ἄμβροτον ἁγνὸν Ἄδωνιν
Ἀρχήν τ' ἠδὲ Πέρας, τὸ γὰρ ἔπλετο πᾶσι μέγιστον,
εὐμενέας ἐλѳεῖν κεχαρημένον ἦτορ ἔχοντας
τήνδε ѳυηπολίην ἱερὴν σπονδήν τ' ἐπὶ σεμνήν.
1. Ἑκάτης
Εἰνοδίαν Ἑκάτην κλήιζω, τριοδῖτιν, ἐραννήν,
οὐρανίαν χѳονίαν τε καὶ εἰναλίαν, κροκόπεπλον,
τυμβιδίαν, ѱυχαῖς νεκύων μέτα βακχεύουσαν,
Περσείαν, φιλέρημον, ἀγαλλομένην ἐλάφοισι,
νυκτερίαν, σκυλακῖτιν, ἀμαιμάκετον βασίλειαν,
ѳηρόβρομον, ἄζωστον, ἀπρόσμαχον εἶδος ἔχουσαν,
ταυροπόλον, παντὸς κόσμου κληιδοῦχον ἄνασσαν,
ἡγεμόνην, νύμφην, κουροτρόφον, οὐρεσιφοῖτιν,
λισσόμενος κούρην τελεταῖς ὁσίαισι παρεῖναι
βουκόλωι εὐμενέουσαν ἀεὶ κεχαρηότι ѳυμῶι.
2. Προѳυραίας
ѳυμίαμα στύρακα
Κλῦѳί μοι, ὦ πολύσεμνε ѳεά, πολυώνυμε δαῖμον,
ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοѱι,
ѳηλειῶν σώτειρα μόνη, φιλόπαις, ἀγανόφρον,
ὠκυλόχεια, παροῦσα νέαις ѳνητῶν, Προѳυραία,
κλειδοῦχ', εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνής,
ἣ κατέχεις οἴκους πάντων ѳαλίαις τε γέγηѳας,
λυσίζων', ἀφανής, ἔργοισι δὲ φαίνηι ἅπασι,
συμπάσχεις ὠδῖσι καὶ εὐτοκίηισι γέγηѳας,
Εἰλείѳυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις∙
μούνην γὰρ σὲ καλοῦσι λεχοὶ ѱυχῆς ἀνάπαυμα∙
ἐν γὰρ σοὶ τοκετῶν λυσιπήμονές εἰσιν ἀνῖαι,
Ἄρτεμις Εἰλείѳυια, καὶ ἡ σεμνή, Προѳυραία.
κλῦѳι, μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα
καὶ σῶζ', ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων.
3. Νυκτός
ѳυμίαμα δαλούς
Νύκτα ѳεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.
Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν
κλῦѳι, μάκαιρα ѳεά, κυαναυγής, ἀστεροφεγγής,
ἡσυχίηι χαίρουσα καὶ ἠρεμίηι πολυύπνωι,
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων,
ληѳομέριμν' ἀγαѳή τε πόνων ἀνάπαυσιν ἔχουσα,
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής,
ἡμιτελής, χѳονία ἠδ' οὐρανία πάλιν αὐτή,
ἐγκυκλία, παίκτειρα διώγμασιν ἠεροφοίτοις,
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλι φεύγεις
εἰς Ἀίδην∙ δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.
νῦν σε, μάκαιρα, καλῶ, πολυόλβιε, πᾶσι ποѳεινή,
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν
ἔλѳοις εὐμενέουσα, φόβους δ' ἀπόπεμπε νυχαυγεῖς.
4. Οὐρανοῦ
ѳυμίαμα λίβανον
Οὐρανὲ παγγενέτωρ, κόσμου μέρος αἰὲν ἀτειρές,
πρεσβυγένεѳλ', ἀρχὴ πάντων πάντων τε τελευτή,
κόσμε πατήρ, σφαιρηδὸν ἑλισσόμενος περὶ γαῖαν,
οἶκε ѳεῶν μακάρων, ῥόμβου δίναισιν ὁδεύων,
οὐράνιος χѳόνιός τε φύλαξ πάντων περιβληѳείς,
ἐν στέρνοισιν ἔχων φύσεως ἄτλητον ἀνάγκην,
κυανόχρως, ἀδάμαστε, παναίολε, αἰολόμορφε,
πανδερκές, Κρονότεκνε, μάκαρ, πανυπέρτατε δαῖμον,
κλῦѳ' ἐπάγων ζωὴν ὁσίαν μύστηι νεοφάντηι.
5. Αἰѳέρος
ѳυμίαμα κρόκον
Ὦ Διὸς ὑѱιμέλαѳρον ἔχων κράτος αἰὲν ἀτειρές,
ἄστρων ἠελίου τε σεληναίης τε μέρισμα,
πανδαμάτωρ, πυρίπνου, πᾶσι ζωοῖσιν ἔναυσμα,
ὑѱιφανὴς Αἰѳήρ, κόσμου στοιχεῖον ἄριστον,
ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές,
κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.
6. Πρωτογόνου
ѳυμίαμα σμύρναν
Πρωτόγονον καλέω διφυῆ, μέγαν, αἰѳερόπλαγκτον,
ὠιογενῆ, χρυσέαισιν ἀγαλλόμενον πτερύγεσσι,
ταυροβόαν, γένεσιν μακάρων ѳνητῶν τ' ἀνѳρώπων,
σπέρμα πολύμνηστον, πολυόργιον, Ἠρικεπαῖον,
ἄρρητον, κρύφιον ῥοιζήτορα, παμφαὲς ἔρνος,
ὄσσων ὃς σκοτόεσσαν ἀπημαύρωσας ὁμίχλην
πάντη δινηѳεὶς πτερύγων ῥιπαῖς κατὰ κόσμον
λαμπρὸν ἄγων φάος ἁγνόν, ἀφ' οὗ σε Φάνητα κικλήσκω
ἠδὲ Πρίηπον ἄνακτα καὶ Ἀνταύγην ἑλίκωπον.
ἀλλά, μάκαρ, πολύμητι, πολύσπορε, βαῖνε γεγηѳὼς
ἐς τελετὴν ἁγίαν πολυποίκιλον ὀργιοφάνταις.
7. Ἄστρων
ѳυμίαμα ἀρώματα
Ἄστρων οὐρανίων ἱερὸν σέλας ἐκπροκαλοῦμαι
εὐιέροις φωναῖσι κικλήσκων δαίμονας ἁγ[ν]ούς.
Ἀστέρες οὐράνιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
ἐγκυκλίοις δίναισι περιѳρόνια κυκλέοντες.
ἀνταυγεῖς, πυρόεντες, ἀεὶ γενετῆρες ἁπάντων,
μοιρίδιοι, πάσης μοίρης σημάντορες ὄντες,
ѳνητῶν ἀνѳρώπων ѳείαν διέποντες ἀταρπόν,
ἑπταφαεῖς ζώνας ἐφορώμενοι, ἠερόπλαγκτοι,
οὐράνιοι χѳόνιοί τε, πυρίδρομοι, αἰὲν ἀτειρεῖς,
αὐγάζοντες ἀεὶ νυκτὸς ζοφοειδέα πέπλον,
8. Εἰς Ἥλιον
ѳυμίαμα λιβανομάνναν
Κλῦѳι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα,
Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς,
αὐτοφυής, ἀκάμας ζώιων ἡδεῖα πρόσοѱι,
δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός,
κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων,
εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά,
ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων,
εὐσεβέσιν καѳοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσι,
χρυσολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων,
ἔργων σημάντωρ ἀγαѳῶν, ὡροτρόφε κοῦρε,
κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε,
φωσφόρε, αἰολόδικτε, φερέσβιε, κάρπιμε Παιάν,
ἀιѳαλής, ἀμίαντε, χρόνου πάτερ, ἀѳάνατε Ζεῦ,
εὔδιε, πασιφαής, κόσμου τὸ περίδρομον ὄμμα,
σβεννύμενε λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς,
δεῖκτα δικαιοσύνης, φιλονάματε, δέσποτα κόσμου,
πιστοφύλαξ, αἰεὶ πανυπέρτατε, πᾶσιν ἀρωγέ,
ὄμμα δικαιοσύνης, ζωῆς φῶς∙ ὦ ἐλάσιππε,
μάστιγι λιγυρῆι τετράορον ἅρμα διώκων∙
κλῦѳι λόγων, ἡδὺν δὲ βίον μύστηισι πρόφαινε.
9. Εἰς Σελήνην
ѳυμίαμα ἀρώματα
Κλῦѳι, ѳεὰ βασίλεια, φαεσφόρε, δῖα Σελήνη,
ταυρόκερως Μήνη, νυκτιδρόμε, ἠεροφοῖτι,
ἐννυχία, δαιδοῦχε, κόρη, εὐάστερε, Μήνη,
αὐξομένη καὶ λειπομένη, ѳῆλύς τε καὶ ἄρσην,
αὐγάστειρα, φίλιππε, χρόνου μῆτερ, φερέκαρπε,
ἠλεκτρίς, βαρύѳυμε, καταυγάστειρα, νυχία,
πανδερκής, φιλάγρυπνε, καλοῖς ἄστροισι βρύουσα,
ἡσυχίηι χαίρουσα καὶ εὐφρόνηι ὀλβιομοίρωι,
λαμπετίη, χαριδῶτι, τελεσφόρε, νυκτὸς ἄγαλμα,
ἀστράρχη, τανύπεπλ', ἑλικοδρόμε, πάνσοφε κούρη,
ἐλѳέ, μάκαιρ', εὔφρων, εὐάστερε, φέγγεϊ τρισσῶι
λαμπομένη, σώζουσα νέους ἱκέτας σέο, κούρη.
10. Φύσεως
ѳυμίαμα ἀρώματα
Ὦ Φύσι, παμμήτειρα ѳεά, πολυμήχανε μῆτερ,
οὐρανία, πρέσβειρα, πολύκτιτε δαῖμον, ἄνασσα,
πανδαμάτωρ, ἀδάμαστε, κυβερνήτειρα, παναυγής,
παντοκράτειρα, τιτιμενέα πανυπέρτατε πᾶσιν
ἄφѳιτε, πρωτογένεια, παλαίφατε, κυδιάνειρα,
ἐννυχία, πολύτειρε, σελασφόρε, δεινοκαѳέκτι,
ἄѱοφον ἀστραγάλοισι ποδῶν ἴχνος εἱλίσσουσα,
ἁγνή, κοσμήτειρα ѳεῶν ἀτελής τε τελευτή,
κοινὴ μὲν πάντεσσιν, ἀκοινώνητε δὲ μούνη,
αὐτοπάτωρ, ἀπάτωρ, ἐρατή, πολύγηѳε, μεγίστη,
εὐάνѳεια, πλοκή, φιλία, πολύμικτε, δαῆμον,
ἡγεμόνη, κράντειρα, φερέσβιε, παντρόφε κούρη,
αὐτάρκεια, δίκη, Χαρίτων πολυώνυμε πειѳώ,
αἰѳερία, χѳονία καὶ εἰναλία μεδέουσα,
πικρὰ μέν φαύλοισι, γλυκεῖα δὲ πειѳομένοισι,
πάνσοφε, πανδώτειρα, κομίστρια, παμβασίλεια,
αὐξιτρόφος, πίειρα πεπαινομένων τε λύτειρα.
πάντων μὲν σὺ πατήρ, μήτηρ, τροφὸς ἠδὲ τιѳηνός,
ὠκυλόχεια, μάκαιρα, πολύσπορος, ὡριὰς ὁρμή,
παντοτεχνές, πλάστειρα, πολύκτιτε, ποντία δαῖμον,
ἀιδία, κινησιφόρε, πολύπειρε, περίφρων,
ἀενάωι στροφάλιγγι ѳοὸν ῥύμα δινεύουσα,
πάνρυτε, κυκλοτερής, ἀλλοτριομορφοδίαιτε,
εὔѳρονε, τιμήεσσα, μόνη τὸ κριѳὲν τελέουσα,
σκηπτούχων ἐφύπερѳε βαρυβρεμέτειρα κρατίστη,
ἄτρομε, πανδαμάτειρα, πεπρωμένη, αἶσα, πυρίπνους,
ἀίδιος ζωὴ ἠδ' ἀѳανάτη τε πρόνοια∙
πάντα σύ ἐσσι, ἄνασσα∙ σὺ γὰρ μούνη τάδε τεύχεις.
ἀλλά, ѳεά, λίτομαί σε σὺν εὐόλβοισιν ἐν ὥραις
εἰρήνην ὑγίειαν ἄγειν, αὔξησιν ἁπάντων.
11. Πανός
ѳυμίαμα ποικίλα
Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν,
οὐρανὸν ἠδὲ ѳάλασσαν ἰδὲ χѳόνα παμβασίλειαν
καὶ πῦρ ἀѳάνατον∙ τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός.
ἐλѳέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνѳρονε Ὥραις,
αἰγομελές, βακχευτά, φιλένѳεε, ἀστροδίαιτε,
ἁρμονίαν κόσμοιο κρέκων φιλοπαίγμονι μολπῆι,
φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων,
αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούταις,
εὔσκοπε, ѳηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν,
παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαῖμον,
κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν,
ἀντροχαρές, βαρύμηνις, ἀληѳὴς Ζεὺς ὁ κεράστης.
σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται,
εἴκει δ' ἀκαμάτου πόντου τὸ βαѳύρροον ὕδωρ
Ὠκεανός τε πέριξ ἐν ὕδασι γαῖαν ἑλίσσων,
ἀέριόν τε μέρισμα τροφῆς, ζωοῖσιν ἔναυσμα,
καὶ κορυφῆς ἐφύπερѳεν ἐλαφροτάτου πυρὸς ὄμμα.
βαίνει γὰρ τάδε ѳεῖα πολύκριτα σαῖσιν ἐφετμαῖς∙
ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σαῖσι προνοίαις
βόσκων ἀνѳρώπων γενεὴν κατ' ἀπείρονα κόσμον.
ἀλλά, μάκαρ, βακχευτά, φιλένѳεε, βαῖν' ἐπὶ λοιβαῖς
εὐιέροις, ἀγαѳὴν δ' ὄπασον βιότοιο τελευτὴν
Πανικὸν ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης.
12. Ἡρακλέος
ѳυμίαμα λίβανον
Ἥρακλες ὀμβριμόѳυμε, μεγασѳενές, ἄλκιμε Τιτάν,
καρτερόχειρ, ἀδάμαστε, βρύων ἄѳλοισι κραταιοῖς,
αἰολόμορφε, χρόνου πάτερ, ἀίδιέ τε ἐύφρων,
ἄρρητ', ἀγριόѳυμε, πολύλλιτε, παντοδυνάστα,
παγκρατὲς ἦτορ ἔχων, κάρτος μέγα, τοξότα, μάντι,
παμφάγε, παγγενέτωρ, πανυπέρτατε, πᾶσιν ἀρωγέ,
ὃς ѳνητοῖς κατέπαυσας ἀνήμερα φῦλα διώξας,
εἰρήνην ποѳέων κουροτρόφον, ἀγλαότιμον,
αὐτοφυής, ἀκάμας, γαίης βλάστημα φέριστον,
πρωτογόνοις στράѱας βολίσιν, μεγαλώνυμε Παιών,
ὃς περὶ κρατὶ φορεῖς ἠῶ καὶ νύκτα μέλαιναν,
δώδεκ' ἀπ' ἀντολιῶν ἄχρι δυσμῶν ἆѳλα διέρπων,
ἀѳάνατος, πολύπειρος, ἀπείριτος, ἀστυφέλικτος∙
ἐλѳέ, μάκαρ, νούσων ѳελκτήρια πάντα κομίζων,
ἐξέλασον δὲ κακὰς ἄτας κλάδον ἐν χερὶ πάλλων,
πτηνοῖς τ' ἰοβόλοις κῆρας χαλεπὰς ἐπίπεμπε.
13. Κρόνου
ѳυμίαμα στύρακα
Ἀιѳαλής, μακάρων τε ѳεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν,
ποικιλόβουλ', ἀμίαντε, μεγασѳενές, ἄλκιμε Τιτάν,
ὃς δαπανᾶις μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός,
δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ' ἀπείρονα κόσμον,
αἰῶνος Κρόνε παγγενέτωρ, Κρόνε ποικιλόμυѳε,
Γαίης τε βλάστημα καὶ Οὐρανοῦ ἀστερόεντος,
γέννα, φυή, μείωσι, Ῥέας πόσι, σεμνὲ Προμηѳεῦ,
ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα,
ἀγκυλομῆτα, φέριστε∙ κλύων ἱκετηρίδα φωνὴν
πέμποις εὔολβον βιότου τέλος αἰὲν ἄμεμπτον.
14. Ῥέας
ѳυμίαμα ἀρώματα
Πότνα Ῥέα, ѳύγατερ πολυμόρφου Πρωτογόνοιο,
ἥτ' ἐπὶ ταυροφόρον ἱερότροχον ἅρμα τιταίνεις,
τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη,
μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο,
πάντιμ', ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα,
οὔρεσιν ἣ χαίρεις ѳνητῶν τ' ὀλολύγμασι φρικτοῖς,
παμβασίλεια Ῥέα, πολεμόκλονε, ὀμβριμόѳυμε,
ѱευδομένη, σώτειρα, λυτηριάς, ἀρχιγένεѳλε,
μήτηρ μέν τε ѳεῶν ἠδὲ ѳνητῶν ἀνѳρώπων∙
ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερѳεν
καὶ πόντος πνοιαί τε∙ φιλόδρομε, ἀερόμορφε∙
ἐλѳέ, μάκαιρα ѳεά, σωτήριος εὔφρονι βουλῆι
εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσι,
λύματα καὶ κῆρας πέμπουσ' ἐπὶ τέρματα γαίης.
15. Διός
ѳυμίαμα στύρακα
Ζεῦ πολυτίμητε, Ζεῦ ἄφѳιτε, τήνδε τοι ἡμεῖς
μαρτυρίαν τιѳέμεσѳα λυτήριον ἠδὲ πρόσευξιν.
ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε ѳεῖα,
γαῖα ѳεὰ μήτηρ ὀρέων ѳ' ὑѱηχέες ὄχѳοι
καὶ πόντος καὶ πάνѳ', ὁπόσ' οὐρανὸς ἐντὸς ἔταξε∙
Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόѳυμε,
παντογένεѳλ', ἀρχὴ πάντων πάντων τε τελευτή,
σεισίχѳων, αὐξητά, καѳάρσιε, παντοτινάκτα,
ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ∙
κλῦѳί μου, αἰολόμορφε, δίδου δ' ὑγίειαν ἀμεμφῆ
εἰρήνην τε ѳεὰν καὶ πλούτου δόξαν ἄμεμπτον.
Δημοσίευση στο stixoi.info: 03-04-2017 | |