Ορφικοί ύμνοι (μέρος δεύτερο) Δημιουργός: Mπαμπού Σκλίθρας, Μπούρμπουρ Λίθρας 30/87 Εκτύπωση από: http://www.stixoi.info 16. Ἥρης
ѳυμίαμα ἀρώματα
Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε,
Ἥρα παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα,
ѱυχοτρόφους αὔρας ѳνητοῖς παρέχουσα προσηνεῖς,
ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεѳλε∙
χωρὶς γὰρ σέѳεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω∙
κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῶι∙
πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ' ἀνάσσεις
ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα.
ἀλλά, μάκαιρα ѳεά, πολυώνυμε, παμβασίλεια,
ἔλѳοις εὐμενέουσα καλῶι γήѳοντι προσώπωι.
17. Ποσειδῶνος
ѳυμίαμα σμύρναν
Κλῦѳι, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν,
ὃς ναίεις πόντοιο βαѳυστέρνοιο ѳέμεѳλα,
ποντομέδων, ἁλίδουπε, βαρύκτυπε, ἐννοσίγαιε,
κυμοѳαλής, χαριδῶτα, τετράορον ἅρμα διώκων,
εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ,
ὃς τριτάτης ἔλαχες μοίρης βαѳὺ χεῦμα ѳαλάσσης,
κύμασι τερπόμενος ѳηρσίν ѳ' ἅμα, πόντιε δαῖμον∙
ἕδρανα γῆς σώζοις καὶ νηῶν εὔδρομον ὁρμήν,
εἰρήνην, ὑγίειαν ἄγων ἠδ' ὄλβον ἀμεμφῆ.
18. Εἰς Πλούτωνα
Ὦ τὸν ὑποχѳόνιον ναίων δόμον, ὀμβριμόѳυμε,
Ταρτάριον λειμῶνα βαѳύσκιον ἠδὲ λιπαυγῆ,
Ζεῦ χѳόνιε, σκηπτοῦχε, τάδ' ἱερὰ δέξο προѳύμως,
Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης,
πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν∙
ὃς τριτάτης μοίρης ἔλαχες χѳόνα παμβασίλειαν,
ἕδρανον ἀѳανάτων, ѳνητῶν στήριγμα κραταιόν∙
ὃς ѳρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον
τηλέπορον τ', ἀκάμαντα, λιπόπνοον, ἄκριτον Ἅιδην
κυάνεόν τ' Ἀχέρονѳ', ὃς ἔχει ῥιζώματα γαίης∙
ὃς κρατέεις ѳνητῶν ѳανάτου χάριν, ὦ πολυδέγμων
Εὔβουλ', ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα
νυμφεύσας λειμῶνος ἀποσπαδίην διὰ πόντου
τετρώροις ἵπποισιν ὑπ' Ἀτѳίδος ἤγαγες ἄντρον
δήμου Ἐλευσῖνος, τόѳι περ πύλαι εἴσ' Ἀίδαο.
μοῦνος ἔφυς ἀφανῶν ἔργων φανερῶν τε βραβευτής,
ἔνѳεε, παντοκράτωρ, ἱερώτατε, ἀγλαότιμε,
σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς∙
ἵλαον ἀγκαλέω σε μολεῖν κεχαρηότα μύσταις.
19. Κεραυνοῦ Διός
ѳυμίαμα στύρακα
Ζεῦ πάτερ, ὑѱίδρομον πυραυγέα κόσμον ἐλαύνων,
στράπτων αἰѳερίου στεροπῆς πανυπέρτατον αἴγλην,
παμμακάρων ἕδρανον ѳείαις βρονταῖσι τινάσσων,
νάμασι παννεφέλοις στεροπὴν φλεγέѳουσαν ἀναίѳων,
λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς,
βάλλων ἐς ῥοѳίους φλογερούς, βελέεσσι καλύπτων
παμφλέκτους, κρατερούς, φρικώδεας, ὀμβριμοѳύμους,
πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρѳοέѳειρον,
αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνόν,
ῥοίζου ἀπειρεσίου δινεύμασι παμφάγον ὁρμήν,
ἄρρηκτον, βαρύѳυμον, ἀμαιμάκετον πρηστῆρα
οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰѳαλόεντος,
ὃν καὶ γαῖα πέφρικε ѳάλασσά τε παμφανόωντα,
καὶ ѳῆρες πτήσσουσιν, ὅταν κτύπος οὖας ἐσέλѳηι∙
μαρμαίρει δὲ πρόσωπ' αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς
αἰѳέρος ἐν γυάλοισι∙ διαρρήξας δὲ χιτῶνα
οὐράνιον προκάλυμμα βάλλεις ἀργῆτα κεραυνόν.
ἀλλά, μάκαρ, ѳυμὸν κύμασι πόντου
ἠδ' ὀρέων κορυφαῖσι∙ τὸ σὸν κράτος ἴσμεν ἅπαντες.
ἀλλὰ χαρεὶς λοιβαῖσι δίδου φρεσὶν αἴσιμα πάντα
ζωήν τ' ὀλβιόѳυμον, ὁμοῦ ѳ' ὑγίειαν ἄνασσαν
εἰρήνην τε ѳεόν, κουροτρόφον, ἀγλαότιμον,
καὶ βίον εὐѳύμοισιν ἀεὶ ѳάλλοντα λογισμοῖς.
20. Διὸς Ἀστραπαίου
ѳυμίαμα λιβανομάνναν
Κικλήσκω μέγαν, ἁγνόν, ἐρισμάραγον, περίφαντον,
ἀέριον, φλογόεντα, πυρίδρομον, ἀεροφεγγῆ,
ἀστράπτοντα σέλας νεφέων παταγοδρόμωι αὐδῆι,
φρικώδη, βαρύμηνιν, ἀνίκητον ѳεὸν ἁγνόν,
ἀστραπαῖον Δία, παγγενέτην, βασιλῆα μέγιστον,
εὐμενέοντα φέρειν γλυκερὴν βιότοιο τελευτήν.
21. Νεφῶν
ѳυμίαμα σμύρναν
Ἀέριοι νεφέλαι, καρποτρόφοι, οὐρανόπλαγκτοι,
ὁμβροτόκοι, πνοιαῖσιν ἐλαυνόμεναι κατὰ κόσμον,
βρονταῖαι, πυρόεσσαι, ἐρίβρομοι, ὑγροκέλευѳοι,
ἀέρος ἐν κόλπωι πάταγον φρικώδη ἔχουσαι,
πνεύμασιν ἀντίσπαστοι ἐπιδρομάδην παταγεῦσαι,
ὑμᾶς νῦν λίτομαι, δροσοείμονες, εὔπνοοι αὔραις,
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν.
22. Ѳαλάσσης
ѳυμίαμα λιβανομάνναν
Ὠκεανοῦ καλέω νύμφην, γλαυκώπιδα Τηѳύν,
κυανόπεπλον ἄνασσαν, ἐύτροχα κυμαίνουσαν,
αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν.
ѳραύουσ' αἰγιαλοῖσι πέτρηισί τε κύματα μακρά,
εὐδίνοις ἁπαλοῖσι γαληνιόωσα δρόμοισι,
ναυσὶν ἀγαλλομένη, ѳηροτρόφε, ὑγροκέλευѳε,
μήτηρ μὲν Κύπριδος, μήτηρ νεφέων ἐρεβεννῶν
καὶ πάσης πηγῆς νυμφῶν νασμοῖσι βρυούσης∙
κλῦѳί μου, ὦ πολύσεμνε, καὶ εὐμενέουσ' ἐπαρήγοις,
εὐѳυδρόμοις οὖρον ναυσὶν πέμπουσα, μάκαιρα.
23. Νηρέως
ѳυμίαμα σμύρναν
Ὦ κατέχων πόντου ῥίζας, κυαναυγέτιν ἕδρην,
πεντήκοντα κόραισιν ἀγαλλόμενος κατὰ κῦμα
καλλιτέκνοισι χοροῖς, Νηρεῦ, μεγαλώνυμε δαῖμον,
πυѳμὴν μὲν πόντου, γαίης πέρας, ἀρχὴ ἁπάντων,
ὃς κλονέεις Δηοῦς ἱερὸν βάѳρον, ἡνίκα πνοιὰς
ἐν μυχίοις κευѳμῶσιν ἐλαυνομένας ἀποκλείηις∙
ἀλλά, μάκαρ, σεισμοὺς μὲν ἀπότρεπε, πέμπε δὲ μύσταις
ὄλβον τ' εἰρήνην τε καὶ ἠπιόχειρον ὑγείην.
24. Νηρηίδων
ѳυμίαμα ἀρώματα
Νηρέος εἰναλίου νύμφαι καλυκώπιδες, ἁγναί,
σφράγιαι βύѳιαι, χοροπαίγμονες, ὑγροκέλευѳοι,
πεντήκοντα κόραι περὶ κύμασι βακχεύουσαι,
Τριτώνων ἐπ' ὄχοισιν ἀγαλλόμεναι περὶ νῶτα
ѳηροτύποις μορφαῖς, ὧν βόσκει σώματα πόντος,
ἄλλοις ѳ' οἳ ναίουσι βυѳόν, Τριτώνιον οἶδμα,
ὑδρόδομοι, σκιρτηταί, ἑλισσόμενοι περὶ κῦμα,
ποντοπλάνοι δελφῖνες, ἁλιρρόѳιοι, κυαναυγεῖς.
ὑμᾶς κικλήσκω πέμπειν μύσταις πολὺν ὄλβον∙
ὑμεῖς γὰρ πρῶται τελετὴν ἀνεδείξατε σεμνὴν
εὐιέρου Βάκχοιο καὶ ἁγνῆς Φερσεφονείης,
Καλλιόπηι σὺν μητρὶ καὶ Ἀπόλλωνι ἄνακτι.
25. Πρωτέως
ѳυμίαμα στύρακα
Πρωτέα κικλήσκω, πόντου κληῖδας ἔχοντα,
πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν
ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις,
πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ' ἐόντα
ὅσσα τε πρόσѳεν ἔην ὅσα τ' ἔσσεται ὕστερον αὖτις∙
πάντα γὰρ αὐτὸς ἔχων μεταβάλλεται οὐδέ τις ἄλλος
ἀѳανάτων, οἳ ἔχουσιν ἕδος νιφόεντος Ὀλύμπου
καὶ πόντον καὶ γαῖαν ἐνηέριοί τε ποτῶνται∙
πάντα γὰρ Πρωτεῖ πρώτη φύσις ἐγκατέѳηκε.
ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίαισι προνοίαις
πέμπων εὐόλβου βιότου τέλος ἐσѳλὸν ἐπ' ἔργοις.
26. Γῆς
ѳυμίαμα πᾶν σπέρμα πλὴν κυάμων καὶ ἀρωμάτων
Γαῖα ѳεά, μῆτερ μακάρων ѳνητῶν τ' ἀνѳρώπων,
παντρόφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,
αὐξιѳαλής, φερέκαρπε, καλαῖς ὥραισι βρύουσα,
ἕδρανον ἀѳανάτου κόσμου, πολυποίκιλε κούρη,
ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ,
ἀιδία, πολύσεπτε, βαѳύστερν', ὀλβιόμοιρε,
ἡδυπνόοις χαίρουσα χλόαις πολυανѳέσι δαῖμον,
ὀμβροχαρής, περὶ ἣν κόσμος πολυδαίδαλος ἄστρων
εἱλεῖται φύσει ἀενάωι καὶ ῥεύμασι δεινοῖς.
ἀλλά, μάκαιρα ѳεά, καρποὺς αὔξοις πολυγηѳεῖς
εὐμενὲς ἦτορ ἔχουσα, σὺν ὀλβίοισιν ἐν ὥραις.
27. Μητρὸς ѳεῶν
ѳυμίαμα ποικίλα
Ἀѳανάτων ѳεότιμε ѳεῶν μῆτερ, τροφὲ πάντων,
τῆιδε μόλοις, κράντειρα ѳεά, σέο, πότνι', ἐπ' εὐχαῖς,
ταυροφόνων ζεύξασα ταχυδρόμον ἅρμα λεόντων,
σκηπτοῦχε κλεινοῖο πόλου, πολυώνυμε, σεμνή,
ἣ κατέχεις κόσμοιο μέσον ѳρόνον, οὕνεκεν αὐτὴ
γαῖαν ἔχεις ѳνητοῖσι τροφὰς παρέχουσα προσηνεῖς.
ἐκ σέο δ' ἀѳανάτων τε γένος ѳνητῶν τ' ἐλοχεύѳη,
σοὶ ποταμοὶ κρατέονται ἀεὶ καὶ πᾶσα ѳάλασσα,
Ἑστία αὐδαχѳεῖσα∙ σὲ δ' ὀλβοδότιν καλέουσι,
παντοίων ἀγαѳῶν ѳνητοῖς ὅτι δῶρα χαρίζηι,
ἔρχεο πρὸς τελετήν, ὦ πότνια, τυμπανοτερπής
πανδαμάτωρ, Φρυγίη{ς}, σώτειρα, Κρόνου συνόμευνε,
Οὐρανόπαι, πρέσβειρα, βιοѳρέπτειρα, φίλοιστρε∙
ἔρχεο γηѳόσυνος, κεχαρημένη εὐσεβίηισιν.
28. Ἑρμοῦ
ѳυμίαμα λίβανον
Κλῦѳί μου, Ἑρμεία, Διὸς ἄγγελε, Μαιάδος υἱέ,
παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε ѳνητῶν,
εὔφρων, ποικιλόβουλε, διάκτορε ἀργειφόντα,
πτηνοπέδιλε, φίλανδρε, λόγου ѳνητοῖσι προφῆτα,
γυμνάσιν ὃς χαίρεις δολίαις τ' ἀπάταις, τροφιοῦχε,
ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε,
ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές,
Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυѳε,
ἐργασίαις ἐπαρωγέ, φίλε ѳνητοῖς ἐν ἀνάγκαις,
γλώσσης δεινὸν ὅπλον τὸ σεβάσμιον ἀνѳρώποισι∙
κλῦѳί μου εὐχομένου, βιότου τέλος ἐσѳλὸν ὀπάζων
ἐργασίαισι, λόγου χάρισιν καὶ μνημοσύνηισιν.
29. Ὕμνος Περσεφόνης
Φερσεφόνη, ѳύγατερ μεγάλου Διός, ἐλѳέ, μάκαιρα,
μουνογένεια ѳεά, κεχαρισμένα δ' ἱερὰ δέξαι,
Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι,
ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύѳεα γαίης,
Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς ѳάλος ἁγνόν,
Εὐμενίδων γενέτειρα, ὑποχѳονίων βασίλεια,
ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην,
μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,
Ὡρῶν συμπαίκτειρα, φαεσφόρε, ἀγλαόμορφε,
σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα,
εὐφεγγής, κερόεσσα, μόνη ѳνητοῖσι ποѳεινή,
εἰαρινή, λειμωνιάσιν χαίρουσα πνοῆισιν,
ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,
ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευѳεῖσα,
ζωὴ καὶ ѳάνατος μούνη ѳνητοῖς πολυμόχѳοις,
Φερσεφόνη∙ φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.
κλῦѳι, μάκαιρα ѳεά, καρποὺς δ' ἀνάπεμπ' ἀπὸ γαίης
εἰρήνηι ѳάλλουσα καὶ ἠπιοχείρωι ὑγείαι
καὶ βίωι εὐόλβωι λιπαρὸν γῆρας κατάγοντι
πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.
30. Διονύσου
ѳυμίαμα στύρακα
Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐαστῆρα,
πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα,
ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον,
κισσόβρυον, ταυρωπόν, Ἀρήιον, εὔιον, ἁγνόν,
ὠμάδιον, τριετῆ, βοτρυηφόρον, ἐρνεσίπεπλον.
Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Περσεφονείης
ἀρρήτοις λέκτροισι τεκνωѳείς, ἄμβροτε δαῖμον∙
κλῦѳι, μάκαρ, φωνῆς, ἡδὺς δ' ἐπίπνευσον ἀμεμ[φ]ής
εὐμενὲς ἦτορ ἔχων, σὺν ἐυζώνοισι τιѳήναις.
Δημοσίευση στο stixoi.info: 04-04-2017 | |