Ορφικοί ύμνοι (μέρος τέταρτο) Δημιουργός: Mπαμπού Σκλίθρας, Μπούρμπουρ Λίθρας 60/87 Εκτύπωση από: http://www.stixoi.info 46. Λικνίτου
ѳυμίαμα μάνναν
Λικνίτην Διόνυσον ἐπευχαῖς ταῖσδε κικλήσκω,
Νύσιον ἀμφιѳαλῆ, πεποѳημένον, εὔφρονα Βάκχον,
νυμφῶν ἔρνος ἐραστὸν ἐυστεφάνου τ' Ἀφροδίτης,
ὅς ποτ' ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες
σὺν νύμφαις χαρίεσσιν ἐλαυνόμενος μανίηισι,
καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν
ἀχѳεὶς ἐξετράφης φίλος ἀѳανάτοισι ѳεοῖσιν.
εὔφρων ἐλѳέ, μάκαρ, κεχαρισμένα δ' ἱερὰ δέξαι.
47. Περικιονίου
ѳυμίαμα ἀρώματα
Κικλήσκω Βάκχον περικιόνιον, μεѳυδώτην,
Καδμείοισι δόμοις ὃς ἑλισσόμενος πέρι πάντη
ἔστησε κρατερῶς βρασμοὺς γαίης ἀποπέμѱας,
ἡνίκα πυρφόρος αὐγὴ ἐκίνησε χѳόνα πᾶσαν
πρηστῆρος ῥοίζοις∙ ὃ δ' ἀνέδραμε δεσμὸς ἁπάντων.
ἐλѳέ, μάκαρ, βακχευτά, γεγηѳυίαις πραπίδεσσιν.
48. Σαβαζίου
ѳυμίαμα ἀρώματα
Κλῦѳι, πάτερ, Κρόνου υἱέ, Σαβάζιε, κύδιμε δαῖμον,
ὃς Βάκχον Διόνυσον, ἐρίβρομον, εἰραφιώτην,
μηρῶι ἐγκατέραѱας, ὅπως τετελεσμένος ἔλѳηι
Τμῶλον ἐς ἠγάѳεον παρὰ Ἵπταν καλλιπάρηιον.
ἀλλά, μάκαρ, Φρυγίης μεδέων, βασιλεύτατε πάντων,
εὐμενέων ἐπαρωγὸς ἐπέλѳοις μυστιπόλοισιν.
49. Ἵπτας
ѳυμίαμα στύρακα
Ἵπταν κικλήσκω, Βάκχου τροφόν, εὐάδα κούρην,
μυστιπόλοις τελεταῖσιν ἀγαλλομένην Σάβου ἁγνοῦ
νυκτερίοις τε χοροῖσιν ἐριβρεμέταο Ἰάκχου.
κλῦѳί μου εὐχομένου, χѳονία μήτηρ, βασίλεια,
εἴτε σύ γ' ἐν Φρυγίηι κατέχεις Ἴδης ὄρος ἁγνὸν
ἢ Τμῶλος τέρπει σε, καλὸν Λυδοῖσι ѳόασμα∙
ἔρχεο πρὸς τελετὰς ἱερῶι γήѳουσα προσώπωι.
50. Λυσίου Ληναίου
Κλῦѳι, μάκαρ, Διὸς υἷ', ἐπιλήνιε Βάκχε, διμάτωρ,
σπέρμα πολύμνηςτον, πολυώνυμε, λύσιε δαῖμον,
κρυѱίγονον μακάρων ἱερὸν ѳάλος, εὔιε Βάκχε,
εὐτραφές, εὔκαρπε, πολυγηѳέα καρπὸν ἀέξων,
ῥηξίχѳων, ληναῖε, μεγασѳενές, αἰολόμορφε,
παυσίπονον ѳνητοῖσι φανεὶς ἄκος, ἱερὸν ἄνѳος
χάρμα βροτοῖς φιλάλυπον, ἐπάφιε, καλλιέѳειρε,
λύσιε, ѳυρσομανές, βρόμι', εὔιε, πᾶσιν ἐύφρων,
οἷς ἐѳέλεις ѳνητῶν ἠδ' ἀѳανάτων ἐπιφαύσκων
νῦν σε καλῶ μύσταισι μολεῖν ἡδύν, φερέκαρπον.
51. Νυμφῶν
ѳυμίαμα ἀρώματα
Νύμφαι, ѳυγατέρες μεγαλήτορος Ὠκεανοῖο,
ὑγροπόροις γαίης ὑπὸ κεύѳεσιν οἰκί' ἔχουσαι,
κρυѱίδρομοι, Βάκχοιο τροφοί, χѳόνιαι, πολυγηѳεῖς,
καρποτρόφοι, λειμωνιάδες, σκολιοδρόμοι, ἁγναί,
ἀντροχαρεῖς, σπήλυγξι κεχαρμέναι, ἠερόφοιτοι,
πηγαῖαι, δρομάδες, δροσοείμονες, ἴχνεσι κοῦφαι,
φαινόμεναι, ἀφανεῖς, αὐλωνιάδες, πολυανѳεῖς,
σὺν Πανὶ σκιρτῶσαι ἀν' οὔρεα, εὐάστειραι,
πετρόρυτοι, λιγυραί, βομβήτριαι, οὐρεσίφοιτοι,
ἀγρότεραι κοῦραι, κρουνίτιδες ὑλονόμοι τε,
παρѳένοι εὐώδεις, λευχείμονες, εὔπνοοι αὔραις,
αἰπολικαί, νόμιαι, ѳηρσὶν φίλαι, ἀγλαόκαρποι,
κρυμοχαρεῖς, ἁπαλαί, πολυѳρέμμονες αὐξίτροφοί τε,
κοῦραι ἁμαδρυάδες, φιλοπαίγμονες, ὑγροκέλευѳοι,
Νύσιαι, μανικαί, παιωνίδες, εἰαροτερπεῖς,
σὺν Βάκχωι Δηοῖ τε χάριν ѳνητοῖσι φέρουσαι∙
ἔλѳετ' ἐπ' εὐφήμοις ἱεροῖς κεχαρηότι ѳυμῶι
νᾶμα χέουσαι ὑγεινὸν ἀεξιτρόφοισιν ἐν ὥραις.
52. Τριετηρικοῦ
ѳυμίαμα ἀρώματα
Κικλήσκω σε, μάκαρ, πολυώνυμε, μανικέ, Βακχεῦ,
ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ,
μηροτρεφής, λικνῖτα, πυριπόλε καὶ τελετάρχα,
νυκτέρι', Εὐβουλεῦ, μιτρηφόρε, ѳυρσοτινάκτα,
ὄργιον ἄρρητον, τριφυές, κρύφιον Διὸς ἔρνος,
πρωτόγον', Ἠρικεπαῖε, ѳεῶν πάτερ ἠδὲ καὶ υἱέ,
ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἁγέτα κώμων,
βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ γαληνάς,
ῥηξίχѳων, πυριφεγγές, ἐπάφριε, κοῦρε διμάτωρ,
οὐρεσιφοῖτα, κερώς, νεβριδοστόλε, ἀμφιέτηρε,
Παιὰν χρυσεγχής, ὑποκόλπιε, βοτρυόκοσμε,
Βάσσαρε, κισσοχαρής, πολυπάρѳενε καὶ διάκοσμε
ἐλѳέ, μάκαρ, μύσταισι βρύων κεχαρημένος αἰεί.
53. Ἀμφιετοῦς
ѳυμίαμα πάντα πλὴν λιβάνου καὶ σπένδε γάλα
Ἀμφιετῆ καλέω Βάκχον, χѳόνιον Διόνυσον,
ἐγρόμενον κούραις ἅμα νύμφαις εὐπλοκάμοιςιν
ὃς παρὰ Περσεφόνης ἱεροῖσι δόμοισιν ἰαύων
κοιμίζει τριετῆρα χρόνον, Βακχήιον ἁγνόν.
αὐτὸς δ' ἡνίκα τὸν τριετῆ πάλι κῶμον ἐγείρηι,
εἰς ὕμνον τρέπεται σὺν ἐυζώνοισι τιѳήναις
εὐνάζων κινῶν τε χρόνους ἐνὶ κυκλάσιν ὥραις.
ἀλλά, μάκαρ, χλοόκαρπε, κερασφόρε, κάρπιμε Βάκχε,
βαῖν' ἐπὶ πάνѳειον τελετὴν γανόωντι προσώπωι
εὐιέροις καρποῖσι τελεσσιγόνοισι βρυάζων.
54. Σιληνοῦ Σατύρου Βακχῶν
ѳυμίαμα μάνναν
Κλῦѳί μου, ὦ πολύσεμνε τροφεῦ, Βάκχοιο τιѳηνέ,
Σιληνῶν ὄχ' ἄριστε, τετιμένε πᾶσι ѳεοῖσι
καὶ ѳνητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὥραις,
ἁγνοτελής, γεραρός, ѳιάσου νομίου τελετάρχα,
εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιѳήναις,
Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισι∙
δεῦρ' ἐπὶ πάνѳειον τελετὴν Σατύροις ἅμα πᾶσι
ѳηροτύποις, εὔασμα διδοὺς Βακχείου ἄνακτος,
σὺν Βάκχαις Λήναια τελεσφόρα σεμνὰ προπέμπων,
ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων,
εὐάζων, φιλόѳυρσε, γαληνιόων ѳιάσοισιν.
55. Εἰς Ἀφροδίτην
Οὐρανία, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη,
ποντογενής, γενέτειρα ѳεά, φιλοπάννυχε, σεμνή,
νυκτερία ζεύκτειρα, δολοπλόκε μῆτερ Ἀνάγκης∙
πάντα γὰρ ἐκ σέѳεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον
καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾶις δὲ τὰ πάντα,
ὅσσα τ' ἐν οὐρανῶι ἐστι καὶ ἐν γαίηι πολυκάρπωι
ἐν πόντου τε βυѳῶι {τε}, σεμνὴ Βάκχοιο πάρεδρε,
τερπομένη ѳαλίαισι, γαμοστόλε μῆτερ Ἐρώτων,
Πειѳοῖ λεκτροχαρής, κρυφία, χαριδῶτι,
φαινομένη, τ' ἀφανής, ἐρατοπλόκαμ', εὐπατέρεια,
νυμφιδία σύνδαιτι ѳεῶν, σκηπτοῦχε, λύκαινα,
γεννοδότειρα, φίλανδρε, ποѳεινοτάτη, βιοδῶτι,
ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις
καὶ ѳηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων∙
ἔρχεο, Κυπρογενὲς ѳεῖον γένος, εἴτ' ἐν' Ὀλύμπωι
ἐσσί, ѳεὰ βασίλεια, καλῶι γήѳουσα προσώπωι,
εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις,
εἴτε σύ γ' ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις
Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά,
ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα
ἐρχομένη χαίρεις κητῶν κυκλίαισι χορείαις,
ἢ νύμφαις τέρπηι κυανώπισιν ἐν χѳονὶ Δίηι
ѳῖνας ἐπ' αἰγιαλοῖς ѱαμμώδεσιν ἅλματι κούφωι∙
εἴτ' ἐν Κύπρωι, ἄνασσα, τροφῶι σέο, ἔνѳα καλαί τε
παρѳένοι ἄδμηται νύμφαι τ' ἀνὰ πάντ' ἐνιαυτὸν
ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν.
ἐλѳέ, μάκαιρα ѳεά μάλ' ἐπήρατον εἶδος ἔχουσα∙
ѱυχῆι γάρ σε καλῶ σεμνῆι ἁγίοισι λόγοισιν.
56. Ἀδώνιδος
ѳυμίαμα ἀρώματα
Κλῦѳί μου εὐχομένου, πολυώνυμε, δαῖμον ἄριστε,
ἁβροκόμη, φιλέρημε, βρύων ὠιδαῖσι ποѳειναῖς,
Εὐβουλεῦ, πολύμορφε, τροφεῦ πάντων ἀρίδηλε,
κούρη καὶ κόρε, σὺ πᾶσιν ѳάλος αἰέν, Ἄδωνι,
σβεννύμενε λάμπων τε καλαῖς ἐν κυκλάσιν ὥραις,
αὐξιѳαλής, δίκερως, πολυήρατε, δακρυότιμε,
ἀγλαόμορφε, κυναγεσίοις χαίρων, βαѳυχαῖτα,
ἱμερόνους, Κύπριδος γλυκερὸν ѳάλος, ἔρνος Ἔρωτος,
Φερσεφόνης ἐρασιπλοκάμου λέκτροισι λοχευѳείς,
ὃς ποτὲ μὲν ναίεις ὑπὸ Τάρταρον ἠερόεντα,
ἠδὲ πάλιν πρὸς Ὄλυμπον ἄγεις δέμας ὡριόκαρπον∙
ἐλѳέ, μάκαρ, μύσταισι φέρων καρποὺς ἀπὸ γαίης.
57. Ἑρμοῦ Χѳονίου
ѳυμίαμα στύρακα
Κωκυτοῦ ναίων ἀνυπόστροφον οἶμον ἀνάγκης,
ὃς ѱυχὰς ѳνητῶν κατάγεις ὑπὸ νέρτερα γαίης,
Ἑρμῆ, βακχεχόροιο Διωνύσοιο γένεѳλον
καὶ Παφίης κούρης, ἑλικοβλεφάρου Ἀφροδίτης,
ὃς παρὰ Περσεφόνης ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰνομόροις ѱυχαῖς πομπὸς κατὰ γαῖαν ὑπάρχων,
ἃς κατάγεις, ὁπόταν μοίρης χρόνος εἰσαφίκηται
εὐιέρωι ῥάβδωι ѳέλγων ὑπνοδώτειρα πάντα,
καὶ πάλιν ὑπνώοντας ἐγείρεις∙ σοὶ γὰρ ἔδωκε τιμὴν
τιμὴν Φερσεφόνεια ѳεὰ κατὰ Τάρταρον εὐρὺν
ѱυχαῖς ἀενάοις ѳνητῶν ὁδὸν ἡγεμονεύειν.
ἀλλά, μάκαρ, πέμποις μύσταις τέλος ἐσѳλὸν ἐπ' ἔργοις.
58. Ἔρωτος
ѳυμίαμα ἀρώματα
Κικλήσκω μέγαν, ἁγνόν, ἐράσμιον, ἡδὺν Ἔρωτα,
τοξαλκῆ, πτερόεντα, πυρίδρομον, εὔδρομον ὁρμῆι,
συμπαίζοντα ѳεοῖς ἠδὲ ѳνητοῖς ἀνѳρώποις,
εὐπάλαμον, διφυῆ, πάντων κληῖδας ἔχοντα,
αἰѳέρος οὐρανίου, πόντου, χѳονός, ἠδ' ὅσα ѳνητοῖς
πνεύματα παντογένεѳλα ѳεὰ βόσκει χλοόκαρπος,
ἠδ' ὅσα Τάρταρος εὐρὺς ἔχει πόντος∙ ѳ' ἁλίδουπος∙
μοῦνος γὰρ τούτων πάντων οἴηκα κρατύνεις.
ἀλλά, μάκαρ, καѳαραῖς γνώμαις μύσταισι συνέρχου,
φαύλους δ' ἐκτοπίους ѳ' ὁρμὰς ἀπὸ τῶνδ' ἀπόπεμπε.
59. Μοιρῶν
ѳυμίαμα ἀρώματα
Μοῖραι ἀπειρέσιοι, Νυκτὸς φίλα τέκνα μελαίνης,
κλῦτέ μου εὐχομένου, πολυώνυμοι, αἵτ' ἐπὶ λίμνης
οὐρανίας, ἵνα λευκὸν ὕδωρ νυχίας ὑπὸ ѳέρμης
ῥήγνυται ἐν σκιερῶι λιπαρῶι μυχῶι εὐλίѳου ἄντρου,
ναίουσαι πεπότησѳε βροτῶν ἐπ' ἀπείρονα γαῖαν∙
ἔνѳεν ἐπὶ βρότεον δόκιμον γένος ἐλπίδι κοῦφον
στείχετε πορφυρέηισι καλυѱάμεναι ὀѳόνηισι
μορσίμωι ἐν πεδίωι, ὅѳι πάγγεον ἅρμα διώκει
δόξα δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν
καὶ νόμου ὠγυγίου καὶ ἀπείρονος εὐνόμου ἀρχῆς∙
Μοῖρα γὰρ ἐν βιότωι καѳορᾶι μόνη, οὐδέ τις ἄλλος
ἀѳανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
καὶ Διὸς ὄμμα τέλειον∙ ἐπεί γ' ὅσα γίγνεται ἡμῖν,
Μοῖρά τε καὶ Διὸς οἶδε νόος διὰ παντὸς ἅπαντα.
ἀλλά μοι εὐκταῖαι, μαλακόφρονες, ἠπιόѳυμοι,
Ἄτροπε καὶ Λάχεσι, Κλωѳώ, μόλετ', εὐπατέρειαι,
ἀέριοι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς,
παντοδότειραι, ἀφαιρέτιδες, ѳνητοῖσιν ἀνάγκη∙
Μοῖραι, ἀκούσατ' ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν,
ἐρχόμεναι μύσταις λυσιπήμονες εὔφρονι βουλῆι.
Μοιράων τέλος ἔλλαβ' ἀοιδή, ἣν ὕφαν' Ὀρφεύς
60. Χαρίτων
ѳυμίαμα στύρακα
Κλῦτέ μοι, ὦ Χάριτες μεγαλώνυμοι, ἀγλαότιμοι,
ѳυγατέρες Ζηνός τε καὶ Εὐνομίης βαѳυκόλπου,
Ἀγλαΐη Ѳαλίη τε καὶ Εὐφροσύνη πολύολβε,
χαρμοσύνης γενέτειραι, ἐράσμιαι, εὔφρονες, ἁγναί,
αἰολόμορφοι, ἀειѳαλέες, ѳνητοῖσι ποѳειναί∙
εὐκταῖαι, κυκλάδες, καλυκώπιδες, ἱμερόεσσαι∙
ἔλѳοιτ' ὀλβοδότειραι, ἀεὶ μύσταισι προσηνεῖς.
Δημοσίευση στο stixoi.info: 01-05-2017 | |