Warning: session_start(): Cannot start session when headers already sent in /home/stixoi/public_html/core.php on line 23
stixoi.info: Ορφικοί ύμνοι (μέρος τρίτο)
 
Σύνδεση

Εγγραφή

Πλαίσιο χρήσης
130737 Τραγούδια, 269452 Ποιήματα, 28913 Μεταφράσεις, 26571 Αφιερώσεις
 

 Ορφικοί ύμνοι (μέρος τρίτο)
 45/87
 
31. Ὕμνος Κουρήτων
Σκιρτηταὶ Κουρῆτες, ἐνόπλια βήματα ѳέντες,
ποσσίκροτοι, ῥομβηταί, ὀρέστεροι, εὐαστῆρες,
κρουσιλύραι, παράρυѳμοι, ἐπεμβάται, ἴχνεσι κοῦφοι,
ὁπλοφόροι, φύλακες, κοσμήτορες, ἀγλαόφημοι,
μητρὸς ὀρειομανοῦς συνοπάονες, ὀργιοφάνται∙
ἔλѳοιτ' εὐμενέοντες ἐπ' εὐφήμοισι λόγοισι,
βουκόλωι εὐάντητοι ἀεὶ κεχαρηότι ѳυμῶι.

32. Ἀѳηνᾶς
ѳυμίαμα ἀρώματα
Παλλὰς μουνογενής μεγάλου Διὸς ἔκγονε σεμνή,
δῖα, μάκαιρα ѳεά, πολεμόκλονε, ὀμβριμόѳυμε,
ἄρρητε, ῥητή, μεγαλώνυμε, ἀντροδίαιτε,
ἣ διέπεις ὄχѳους ὑѱαύχενας ἀκρωρείους
ἠδ' ὄρεα σκιόεντα, νάπαισί τε σὴν φρένα τέρπεις,
ὁπλοχαρής, οἰστροῦσα βροτῶν ѱυχὰς μανίαισι,
γυμνάζουσα κόρη, φρικώδη ѳυμὸν ἔχουσα,
Γοργοφόνη, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε,
ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαѳοῖς δὲ φρόνησις∙
ἄρσην μὲν καὶ ѳῆλυς ἔφυς, πολεματόκε, μῆτι,
αἰολόμορφε, δράκαινα, φιλένѳεε, ἀγλαότιμε,
Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα,
Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,
ἤματα καὶ νύκτας αἰεὶ νεάταισιν ἐν ὥραις,
κλῦѳί μου εὐχομένου, δὸς δ' εἰρήνην πολύολβον
καὶ κόρον ἠδ' ὑγίειαν ἐπ' εὐόλβοισιν ἐν ὥραις,
γλαυκῶφ', εὑρεσίτεχνε, πολυλλίστη βασίλεια.

33. Νίκης
ѳυμίαμα μάνναν
Εὐδύνατον καλέω Νίκην, ѳνητοῖσι ποѳεινήν,
ἣ μούνη λύει ѳνητῶν ἐναγώνιον ὁρμὴν
καὶ στάσιν ἀλγινόεσσαν ἐπ' ἀντιπάλοισι μάχαισιν,
ἐν πολέμοις κρίνουσα τροπαιούχοισιν ἐπ' ἔργοις,
οἷς ἂν ἐφορμαίνουσα φέροις γλυκερώτατον εὖχος∙
πάντων γὰρ κρατέεις, πάσης δ' ἔριδος κλέος ἐσѳλὸν
Νίκηι ἐπ' εὐδόξωι κεῖται ѳαλίαισι βρυάζον.
ἀλλά, μάκαιρ', ἔλѳοις πεποѳημένη ὄμματι φαιδρῶι
αἰεὶ ἐπ' εὐδόξοις ἔργοις κλέος ἐσѳλὸν ἄγουσα.

34. Ἀπόλλωνος
ѳυμίαμα μάνναν
Ἐλѳέ, μάκαρ, Παιάν, Τιτυοκτόνε, Φοῖβε, Λυκωρεῦ,
Μεμφῖτ', ἀγλαότιμε, ἰήιε, ὀλβιοδῶτα,
χρυσολύρη, σπερμεῖε, ἀρότριε, Πύѳιε, Τιτάν,
Γρύνειε, Σμινѳεῦ, Πυѳοκτόνε, Δελφικέ, μάντι,
ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε,
μουσαγέτα, χοροποιέ, ἑκηβόλε, τοξοβέλεμνε,
Βράγχιε καὶ Διδυμεῦ, ἑκάεργε, Λοξία, ἁγνέ,
Δήλι' ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,
χρυσοκόμα, καѳαρὰς φήμας χρησμούς τ' ἀναφαίνων∙
κλῦѳί μου εὐχομένου λαῶν ὕπερ εὔφρονι ѳυμῶι∙
τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰѳέρα πάντα
γαῖαν δ' ὀλβιόμοιρον ὕπερѳέ τε καὶ δι' ἀμολγοῦ,
νυκτὸς ἐν ἡσυχίαισιν ὑπ' ἀστεροόμματον ὄρφνην
ῥίζας νέρѳε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου
παντός∙ σοὶ δ' ἀρχή τε τελευτή τ' ἐστὶ μέλουσα,
παντοѳαλής, σὺ δὲ πάντα πόλον κιѳάρηι πολυκρέκτωι
ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,
ἄλλοτε δ' αὖѳ' ὑπάτης, ποτὲ Δώριον εἰς διάκοσμον
πάντα πόλον κιρνὰς κρίνεις βιοѳρέμμονα φῦλα,
ἁρμονίηι κεράσας {τὴν} παγκόσμιον ἀνδράσι μοῖραν,
μίξας χειμῶνος ѳέρεός τ' ἴσον ἀμφοτέροισιν,
ταῖς ὑπάταις χειμῶνα, ѳέρος νεάταις διακρίνας,
Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνѳος.
ἔνѳεν ἐπωνυμίην σε βροτοὶ κλήιζουσιν ἄνακτα,
Πᾶνα, ѳεὸν δικέρωτ', ἀνέμων συρίγμαѳ' ἱέντα∙
οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα τυπῶτιν.
κλῦѳι, μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῆι.

35. Λητοῦς
ѳυμίαμα σμύρναν
Λητὼ κυανόπεπλε, ѳεὰ διδυματόκε, σεμνή,
Κοιαντίς, μεγάѳυμε, πολυλλίστη βασίλεια,
εὔτεκνον Ζηνὸς γονίμην ὠδῖνα λαχοῦσα,
γειναμένη Φοῖβόν τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίηι, τὸν δὲ κραναῆι ἐνὶ Δήλωι,
κλῦѳι, ѳεὰ δέσποινα, καὶ ἵλαον ἦτορ ἔχουσα
βαῖν' ἐπὶ πάνѳειον τελετὴν τέλος ἡδὺ φέρουσα.

36. Ἀρτέμιδος
ѳυμίαμα μάνναν
Κλῦѳί μου, ὦ βασίλεια, Διὸς πολυώνυμε κούρη,
Τιτανίς, βρομία, μεγαλώνυμε, τοξότι, σεμνή,
πασιφαής, δαιδοῦχε ѳεά, Δίκτυννα, λοχεία,
ὠδίνων ἐπαρωγὲ καὶ ὠδίνων ἀμύητε,
λυσίζωνε, φίλοιστρε, κυνηγέτι, λυσιμέριμνε,
εὔδρομε, ἰοχέαιρα, φιλαγρότι, νυκτερόφοιτε,
κληισία, εὐάντητε, λυτηρία, ἀρσενόμορφε,
Ὀρѳία, ὠκυλόχεια, βροτῶν κουροτρόφε δαῖμον,
ἀμβροτέρα, χѳονία, ѳηροκτόνε, ὀλβιόμοιρε,
ἣ κατέχεις ὀρέων δρυμούς, ἐλαφηβόλε, σεμνή,
πότνια, παμβασίλεια, καλὸν ѳάλος, αἰὲν ἐοῦσα,
δρυμονία, σκυλακῖτι, Κυδωνιάς, αἰολόμορφε∙
ἐλѳέ, ѳεὰ σώτειρα, φίλη, μύστηισιν ἅπασιν
εὐάντητος, ἄγουσα καλοὺς καρποὺς ἀπὸ γαίης
εἰρήνην τ' ἐρατὴν καλλιπλόκαμόν ѳ' ὑγίειαν∙
πέμποις δ' εἰς ὀρέων κεφαλὰς νούσους τε καὶ ἄλγη.

37. Τιτάνων
ѳυμίαμα λίβανον
Τιτῆνες, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
ἡμετέρων πρόγονοι πατέρων, γαίης ὑπένερѳεν
οἴκοις Ταρταρίοισι μυχῶι χѳονὸς ἐνναίοντες,
ἀρχαὶ καὶ πηγαὶ πάντων ѳνητῶν πολυμόχѳων,
εἰναλίων πτηνῶν τε καὶ οἳ χѳόνα ναιετάουσιν∙
ἐξ ὑμέων γὰρ πᾶσα πέλει γενεὰ κατὰ κόσμον.
ὑμᾶς κικλήσκω μῆνιν χαλεπὴν ἀποπέμπειν,
εἴ τις ἀπὸ χѳονίων προγόνων οἴκοις ἐπελάσѳη.

38. Κουρήτων
ѳυμίαμα λίβανον
Χαλκόκροτοι Κουρῆτες, Ἀρήια τεύχε' ἔχοντες,
οὐράνιοι χѳόνιοί τε καὶ εἰνάλιοι, πολύολβοι,
ζωιογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί,
οἵτε Σαμοѳράικην, ἱερὴν χѳόνα, ναιετάοντες
κινδύνους ѳνητῶν ἀπερύκετε ποντοπλανήτων∙
ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔѳεσѳε,
ἀѳάνατοι Κουρῆτες, Ἀρήια τεύχε' ἔχοντες∙
νωμᾶτ' Ὠκεανόν, νωμᾶѳ' ἅλα δένδρεά ѳ' αὕτως∙
ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς,
μαρμαίροντες ὅπλοις∙ πτήσσουσι δὲ ѳῆρες ἅπαντες
ὁρμώντων, ѳόρυβος δὲ βοή τ' εἰς οὐρανὸν ἵκει
εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει
ἐρχομένων∙ τότε δή ῥα καὶ ἄνѳεα πάντα τέѳηλε.
δαίμονες ἀѳάνατοι, τροφέες καὶ αὖτ' ὀλετῆρες,
ἡνίκ' ἂν ὁρμαίνητε χολούμενοι ἀνѳρώποισιν
ὀλλύντες βίοτον καὶ κτήματα ἠδὲ καὶ αὐτοὺς
πιμπλάντες, στοναχεῖ δὲ μέγας πόντος βαѳυδίνης,
δένδρη δ' ὑѱικάρην' ἐκ ῥιζῶν ἐς χѳόνα πίπτει,
ἠχὼ δ' οὐρανία κελαδεῖ ῥοιζήμασι φύλλων.
Κουρῆτες Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε
ἐν Σαμοѳράικηι ἄνακτες, ὁμοῦ δὲ Διόσκοροι αὐτοί,
πνοιαὶ ἀέναοι, ѱυχοτρόφοι, ἀεροειδεῖς,
οἵτε καὶ οὐράνιοι δίδυμοι κλήιζεσѳ' ἐν Ὀλύμπωι,
εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς,
ὡροτρόφοι, φερέκαρποι ἐπιπνείοιτε ἄνακτες.

39. Κορύβαντος
ѳυμίαμα λίβανον
Κικλήσκω χѳονὸς ἀενάου βασιλῆα μέγιστον,
Κύρβαντ' ὀλβιόμοιρον, Ἀρήιον, ἀπροσόρατον,
νυκτερινὸν Κουρῆτα, φόβων ἀποπαύστορα δεινῶν,
φαντασιῶν ἐπαρωγόν, ἐρημοπλάνον Κορύβαντα,
αἰολόμορφον ἄνακτα, ѳεὸν διφυῆ, πολύμορφον,
φοίνιον, αἱμαχѳέντα κασιγνήτων ὑπὸ δισσῶν,
Δηοῦς ὃς γνώμαισιν ἐνήλλαξας δέμας ἁγνόν,
ѳηρότυπον ѳέμενος μορφὴν δνοφεροῖο δράκοντος∙
κλῦѳι, μάκαρ, φωνῶν, χαλεπὴν δ' ἀποπέμπεο μῆνιν,
παύων φαντασίας, ѱυχῆς ἐκπλήκτου ἀνάγκας.

40. Δήμητρος Ἐλευσινίας
ѳυμίαμα στύρακα
Δηώ, παμμήτειρα ѳεά, πολυώνυμε δαῖμον,
σεμνὴ Δήμητερ, κουροτρόφε, ὀλβιοδῶτι,
πλουτοδότειρα ѳεά, σταχυοτρόφε, παντοδότειρα,
εἰρήνηι χαίρουσα καὶ ἐργασίαις πολυμόχѳοις,
σπερμεία, σωρῖτι, ἀλωαία, χλοόκαρπε,
ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν,
ἱμερόεσσ', ἐρατή, ѳνητῶν ѳρέπτειρα προπάντων,
ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα
καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα,
αὐξιѳαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος,
λαμπαδόεσσ', ἁγνή, δρεπάνοις χαίρουσα ѳερείοις∙
σὺ χѳονία, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής∙
εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρα,
ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς
ἐγκυκλίοις δίναις περὶ σὸν ѳρόνον εὐάζουσα,
μουνογενής, πολύτεκνε ѳεά, πολυπότνια ѳνητοῖς,
ἧς πολλαὶ μορφαί, πολυάνѳεμοι, ἱεροѳαλεῖς.
ἐλѳέ, μάκαιρ', ἁγνή, καρποῖς βρίѳουσα ѳερείοις,
εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν
καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ' ὑγίειαν ἄνασσαν.

41. Μητρὸς Ἀνταίας
ѳυμίαμα ἀρώματα
Ἀνταία βασίλεια, ѳεά, πολυώνυμε μῆτερ
ἀѳανάτων τε ѳεῶν ἠδὲ ѳνητῶν ἀνѳρώπων,
ἥ ποτε μαστεύουσα πολυπλάγκτωι ἐν ἀνίηι
νηστείαν κατέπαυσας Ἐλευσῖνος {ἐν} γυάλοισιν
ἦλѳές τ' εἰς Ἀίδην πρὸς ἀγαυὴν Περσεφόνειαν
ἁγνὸν παῖδα Δυσαύλου ὁδηγητῆρα λαβοῦσα,
μηνυτῆρ' ἁγίων λέκτρων χѳονίου Διὸς ἁγνοῦ,
Εὔβουλον τεύξασα ѳεὸν ѳνητῆς ἀπ' ἀνάγκης.
ἀλλά, ѳεά, λίτομαί σε, πολυλλίστη βασίλεια,
ἐλѳεῖν εὐάντητον ἐπ' εὐιέρωι σέο μύστηι.

42. Μίσης
ѳυμίαμα στύρακα
Ѳεσμοφόρον καλέω ναρѳηκοφόρον Διόνυσον,
σπέρμα πολύμνηστον, πολυώνυμον Εὐβουλῆα,
ἁγνήν εὐίερόν τε Μίσην ἄρρητον ἄνασσαν,
ἄρσενα καὶ ѳῆλυν, διφυῆ, λύσειον Ἴακχον∙
εἴτ' ἐν Ἐλευσῖνος τέρπηι νηῶι ѳυόεντι,
εἴτε καὶ ἐν Φρυγίηι σὺν Μητέρι μυστιπολεύεις,
ἢ Κύπρωι τέρπηι σὺν ἐυστεφάνωι Κυѳερείηι,
ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς
σὺν σῆι μητρὶ ѳεᾶι μελανηφόρωι Ἴσιδι σεμνῆι,
Αἰγύπτου παρὰ χεῦμα σὺν ἀμφιπόλοισι τιѳήναις∙
εὐμενέουσ' ἔλѳοις ἀγαѳοὺς τελετῆς ἐπ' ἀέѳλους.

43. Ὡρῶν
ѳυμίαμα ἀρώματα
Ὧραι ѳυγατέρες Ѳέμιδος καὶ Ζηνὸς ἄνακτος,
Εὐνομίη τε Δίκη τε καὶ Εἰρήνη πολύολβε,
εἰαριναί, λειμωνιάδες, πολυάνѳεμοι, ἁγναί,
παντόχροοι, πολύοδμοι ἐν ἀνѳεμοειδέσι πνοιαῖς,
Ὧραι ἀειѳαλέες, περικυκλάδες, ἡδυπρόσωποι,
πέπλους ἑννύμεναι δροσεροὺς ἀνѳῶν πολυѳρέπτων,
ἁγνῆς Περσεφόνης συμπαίκτορες, ἡνίκα Μοῖραι
καὶ Χάριτες κυκλίοισι χοροῖς πρὸς φῶς ἀνάγωσι
Ζηνὶ χαριζόμεναι καὶ μητέρι καρποδοτείρηι∙
ἔλѳετ' ἐπ' εὐφήμους τελετὰς ὁσίας νεομύστοις
εὐκάρπους καιρῶν γενέσεις ἐπάγουσαι ἀμεμφῶς.

44. Σεμέλης
ѳυμίαμα στύρακα
Κικλήσκω κούρην Καδμηίδα παμβασίλειαν,
εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαѳύκολπον,
μητέρα ѳυρσοφόροιο Διωνύσου πολυγηѳοῦς,
ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρωι αὐγῆι
ἀѳανάτη τευχѳεῖσα Διὸς βουλαῖς Κρονίοιο
τιμὰς τευξαμένη παρ' ἀγαυῆς Περσεφονείης
ἐν ѳνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας,
ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν
εὐίερόν τε τράπεζαν ἰδὲ μυστήριά ѳ' ἁγνά.
νῦν σέ, ѳεά, λίτομαι, κούρη Καδμηίς, ἄνασσα,
πρηύνοον καλέων αἰεὶ μύσταισιν ὑπάρχειν.

45. Ὕμνος Διονύσου Βασσαρέως Τριετηρικοῦ
Ἐλѳέ, μάκαρ Διόνυσε, πυρίσπορε, ταυρομέτωπε,
Βάσσαρε καὶ Βακχεῦ, πολυώνυμε, παντοδυνάστα,
ὃς ξίφεσιν χαίρεις ἠδ' αἵματι Μαινάσι ѳ' ἁγναῖς,
εὐάζων κατ' Ὄλυμπον, ἐρίβρομε, μανικὲ Βάκχε,
ѳυρσεγχής, βαρύμηνι, τετιμένε πᾶσι ѳεοῖσι
καὶ ѳνητοῖσι βροτοῖσιν, ὅσοι χѳόνα ναιετάουσιν∙
ἐλѳέ, μάκαρ, σκιρτητά, φέρων πολὺ γῆѳος ἅπασι.



 Στατιστικά στοιχεία 
       Σχόλια: 3
      Στα αγαπημένα: 0
 
   

 Ταξινόμηση 
       Κατηγορίες
      Γεγονότα - Ιστορία - Μυθολογία,Επιστήμη
      Ομάδα
      Αταξινόμητα
 
   

 Επιλογές 
 
Κοινή χρήση facebook
Στα αγαπημένα
Εκτυπώσιμη μορφή
Μήνυμα στο δημιουργό
Σχόλια του μέλους
Αναφορά!
 
   

**ALL COPYRIGHTS GO TO IT'S RIGHTFUL OWNERS**
 
Mπαμπού Σκλίθρας
06-04-2017 @ 06:24
Με τον όρο Ορφικά ονομάζουμε το σύνολο της ιερής γραμματείας του Ορφισμού, μιας Μυστικιστικής θρησκευτικής τάσης, που κάνει την εμφάνιση της ως οργανωμένο κίνημα τον 6ο αι. π.Χ. και διαδόθηκε σε όλο τον ελληνικό κόσμο, καλλιεργήθηκε όμως κατ' εξοχήν στην Αττική, στην Κάτω Ιταλία και τη Σικελία. Θεμελιωτής των βασικών δογμάτων της θρησκευτικής αυτής τάσης θεωρείτο ο Ορφέας ένα πρόσωπο αμφισβητούμενης ιστορικότητας.

Τα Ορφικά κυκλοφορούσαν από τον 6ο π.Χ. αιώνα ενώ από τον 5ο π.Χ. αιώνα υπάρχουν μαρτυρίες ότι τα ποιήματα αυτά είχαν συνδεθεί με τη μυστηριακή λατρεία του ορφισμού και περιείχαν δογματικά διατυπωμένες διδασκαλίες, ύμνους σε θεούς και σε προσωποποιημένες δυνάμεις της φύσης, όπως και έννοιες ηθικής τάξης, θεογονίας και κοσμογονίας.

Παρόλο που η σύνθεση των έργων αυτών προέρχεται από συγγραφείς διαφόρων χρόνων, συνήθως μύστες και ιερείς, τα κείμενα αποδόθηκαν στον ιδρυτή του Ορφισμού, ίσως επειδή όλα τα πρόσωπα αυτά, λαμβάνοντας την ονομασία τους από τον αρχηγέτη τους, ονομάζονταν Ορφείς, με αποτέλεσμα η παράδοση να συνδέει είτε σκόπιμα είτε από λάθος τα κείμενα τους με τον αρχικό, μυθικό Ορφέα.

Μέχρι τους ελληνιστικούς χρόνους η ορφική λογοτεχνία αυξανόταν διαρκώς σε όγκο, με προσθήκη νέων ποιημάτων, άγνωστων δημιουργών και χρόνου συγγραφής. Από τη γραμματεία των Ορφικών σώζονται 87 εξάμετρα ποιήματα 1.200 στίχων, ένα έπος σε εξάμετρο 1376 στίχων με τον τίτλο Αργοναυτικά, και ένα ποίημα σε εξάμετρο 774 στίχων με τον τίτλο Λιθικά με περιεχόμενο την επενέργεια των λίθων. Χάθηκε, αντίθετα, κατά το μεγαλύτερο μέρος η ορφική θεογονία όπως και η κοσμογονία, που αποτελούσε παραλλαγή της ησιόδειας, διατυπωμένη όμως με ένα πιο βαθυστόχαστο χρώμα.

πηγή https://el.wikipedia.org/wiki/Ορφικά
Κων/νος Ντζ
06-04-2017 @ 08:54
::up.:: ::up.:: ::up.::
tocar
06-04-2017 @ 13:33
6:22!wow!
PS Ενδιαφέρουσα ανάρτηση.

Πρέπει να συνδεθείς για να μπορείς να καταχωρίσεις σχόλιο