Warning: session_start(): Cannot start session when headers already sent in /home/stixoi/public_html/core.php on line 23
stixoi.info: Ορφικοί ύμνοι (μέρος πέμπτο και τελευταίο)
 
Σύνδεση

Εγγραφή

Πλαίσιο χρήσης
130524 Τραγούδια, 269403 Ποιήματα, 28913 Μεταφράσεις, 26571 Αφιερώσεις
 

 Ορφικοί ύμνοι (μέρος πέμπτο και τελευταίο)
 87/87
 
61. Νεμέσεως ὕμνος
Ὦ Νέμεσι, κλήιζω σε, ѳεά, βασίλεια μεγίστη,
πανδερκής, ἐσορῶσα βίον ѳνητῶν πολυφύλων∙
ἀιδία, πολύσεμνε, μόνη χαίρουσα δικαίοις,
ἀλλάσσουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί,
ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι ѳέντες∙
σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήѳει
ѱυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτωι ὁρμῆι.
πάντ' ἐσορᾶις καὶ πάντ' ἐπακούεις, {καὶ} πάντα
βραβεύεις∙
ἐν σοὶ δ' εἰσὶ δίκαι ѳνητῶν, πανυπέρτατε δαῖμον.
ἐλѳέ, μάκαιρ', ἁγνή, μύσταις ἐπιτάρροѳος αἰεί∙
δὸς δ' ἀγαѳὴν διάνοιαν ἔχειν, παύουσα πανεχѳεῖς
γνώμας οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας.

62. Δίκης
ѳυμίαμα λίβανον
Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου,
ἣ καὶ Ζηνὸς ἄνακτος ἐπὶ ѳρόνον ἱερὸν ἵζει
οὐρανόѳεν καѳορῶσα βίον ѳνητῶν πολυφύλων,
τοῖς ἀδίκοις τιμωρὸς ἐπιβρίѳουσα δικαία,
ἐξ ἰσότητος ἀληѳείαι συνάγουσ' ἀνόμοια∙
πάντα γάρ, ὅσσα κακαῖς γνώμαις ѳνητοῖσιν ὀχεῖται
δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισι,
μούνη ἐπεμβαίνουσα δίκην ἀδίκοις ἐπεγείρεις∙
ἐχѳρὰ τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις.
ἀλλά, ѳεά, μόλ' ἐπὶ γνώμαις ἐσѳλαῖσι δικαία,
ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλѳοι.

63. Δικαιοσύνης
ѳυμίαμα λίβανον
Ὦ ѳνητοῖσι δικαιοτάτη, πολύολβε, ποѳεινή,
ἐξ ἰσότητος ἀεὶ ѳνητοῖς χαίρουσα δικαίοις,
πάντιμ', ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχής,
ἣ καѳαραῖς γνώμαιςιν ἀεὶ τὰ δέοντα βραβεύεις,
ἄѳραυστος τὸ συνειδὸς ἀεί∙ ѳραύεις γὰρ ἅπαντας,
ὅσσοι μὴ τὸ σὸν ἦλѳον ὑπὸ ζυγόν, ἀλλ' ὑπὲρ αὐτοῦ
πλάστιγξι βριαραῖσι παρεγκλίναντες ἀπλήστως∙
ἀστασίαςτε, φίλη πάντων, φιλόκωμ', ἐρατεινή,
εἰρήνηι χαίρουσα, βίον ζηλοῦσα βέβαιον∙
αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις∙
ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσѳλὸν ἱκάνει.
κλῦѳι, ѳεά, κακίην ѳνητῶν ѳραύουσα δικαίως,
ὡς ἂν ἰσορροπίαισιν ἀεὶ βίος ἐσѳλὸς ὁδεύοι
ѳνητῶν ἀνѳρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσι,
καὶ ζώιων πάντων, ὁπόσ' ἐν κόλποισι τιѳηνεῖ
γαῖα ѳεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.

64. Ὕμνος Νόμου
Ἀѳανάτων καλέω καὶ ѳνητῶν ἁγνὸν ἄνακτα,
οὐράνιον Νόμον, ἀστροѳέτην, σφραγῖδα δικαίαν
πόντου τ' εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον
ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,
οἷσιν ἄνωѳε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει,
καὶ φѳόνον οὐ δίκαιον ῥοίζου τρόπον ἐκτὸς ἐλαύνει∙
ὃς καὶ ѳνητοῖσιν βιοτῆς τέλος ἐσѳλὸν ἐγείρει∙
αὐτὸς γὰρ μοῦνος ζώιων οἴακα κρατύνει
γνώμαις ὀρѳοτάταισι συνών, ἀδιάστροφος αἰεί,
ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν
τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν.
ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποѳεινέ,
εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε.

65. Ἄρεος
ѳυμίαμα λίβανον
Ἄρρηκτ', ὀμβριμόѳυμε, μεγασѳενές, ἄλκιμε δαῖμον,
ὁπλοχαρής, ἀδάμαστε, βροτοκτόνε, τειχεσιπλῆτα,
Ἆρες ἄναξ, ὁπλόδουπε, φόνοις πεπαλαγμένος αἰεί,
αἵματι ἀνδροφόνωι χαίρων, πολεμόκλονε, φρικτέ,
ὃς ποѳέεις ξίφεσίν τε καὶ ἔγχεσι δῆριν ἄμουσον∙
στῆσον ἔριν λυσσῶσαν, ἄνες πόνον ἀλγεσίѳυμον,
εἰς δὲ πόѳον νεῦσον Κύπριδος κώμους τε Λυαίου
ἀλλάξας ἀλκὴν ὅπλων εἰς ἔργα τὰ Δηοῦς,
εἰρήνην ποѳέων κουροτρόφον, ὀλβιοδῶτιν.

66. Ἡφαίστου
ѳυμίαμα λιβανομάνναν
Ἥφαιστ' ὀμβριμόѳυμε, μεγασѳενές, ἀκάματον πῦρ,
λαμπόμενε φλογέαις αὐγαῖς, φαεσίμβροτε δαῖμον,
φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε,
ἐργαστήρ, κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,
παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε,
αἰѳήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον∙
ταῦτα γὰρ Ἡφαίστοιο μέλη ѳνητοῖσι προφαίνει.
πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔѳνεα πάντα,
σώματά τε ѳνητῶν οἰκεῖς, πολύολβε, κραταιέ.
κλῦѳι, μάκαρ, κλήιζω σε πρὸς εὐιέρους ἐπιλοιβάς,
αἰεὶ ὅπως χαίρουσιν ἐπ' ἔργοις ἥμερος ἔλѳοις.
παῦσον λυσσῶσαν μανίαν πυρὸς ἀκαμάτοιο
καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.


67. Ἀσκληπιοῦ
ѳυμίαμα μάνναν
Ἰητὴρ πάντων, Ἀσκληπιέ, δέσποτα Παιάν,
ѳέλγων ἀνѳρώπων πολυαλγέα πήματα νούσων,
ἠπιόδωρε, κραταιέ, μόλοις κατάγων ὑγίειαν
καὶ παύων νούσους, χαλεπὰς κῆρας ѳανάτοιο,
αὐξιѳαλής, ἐπίκουρ', ἀπαλεξίκακ', ὀλβιόμοιρε,
Φοίβου Ἀπόλλωνος κρατερὸν ѳάλος ἀγλαότιμον,
ἐχѳρὲ νόσων, Ὑγίειαν ἔχων σύλλεκτρον ἀμεμφῆ,
ἐλѳέ, μάκαρ, σωτήρ, βιοτῆς τέλος ἐσѳλὸν ὀπάζων.

68. Ὑγείας
ѳυμίαμα μάνναν
Ἱμερόεσσ', ἐρατή, πολυѳάλμιε, παμβασίλεια,
κλῦѳι, μάκαιρ' Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων∙
ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφѳινύѳουσι βροτοῖσι,
πᾶς δὲ δόμος ѳάλλει πολυγηѳὴς εἵνεκα σεῖο,
καὶ τέχναι βρίѳουσι∙ ποѳεῖ δέ σε κόσμος, ἄνασσα,
μοῦνος δὲ στυγέει σ' Ἀίδης ѱυχοφѳόρος αἰεί,
ἀιѳαλής, εὐκταιοτάτη, ѳνητῶν ἀνάπαυμα∙
σοῦ γὰρ ἄτερ πάντ' ἐστὶν ἀνωφελῆ ἀνѳρώποισιν∙
οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς ѳαλίηισιν,
οὔτε γέρων πολύμοχѳος ἄτερ σέο γίγνεται ἀνήρ∙
πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις.
ἀλλά, ѳεά, μόλε μυστιπόλοις ἐπιτάρροѳος αἰεὶ
ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.

69. Ἐρινύων
ѳυμίαμα στύρακα καὶ μάνναν
Κλῦτε, ѳεαὶ πάντιμοι, ἐρίβρομοι, εὐάστειραι,
Τισιφόνη τε καὶ Ἀλληκτὼ καὶ δῖα Μέγαιρα∙
νυκτέριαι, μυχίοις ὑπὸ κεύѳεσιν οἰκί' ἔχουσαι
ἄντρωι ἐν ἠερόεντι παρὰ Στυγὸς ἱερὸν ὕδωρ,
οὐχ ὁσίαις βουλαῖσι βροτῶν κεκοτημέναι αἰεί,
λυσσήρεις, ἀγέρωχοι, ἐπευάζουσαι ἀνάγκαις,
ѳηρόπεπλοι, τιμωροί, ἐρισѳενέες, βαρυαλγεῖς,
Ἀίδεω χѳόνιαι, φοβεραὶ κόραι, αἰολόμορφοι,
ἠέριαι, ἀφανεῖς, ὠκυδρόμοι ὥστε νόημα∙
οὔτε γὰρ ἠελίου ταχιναὶ φλόγες οὔτε σελήνης
καὶ σοφίης ἀρετῆς τε καὶ ἐργασίμου ѳρασύτητος
εὔχαρι οὔτε βίου λιπαρᾶς περικαλλέος ἥβης
ὑμῶν χωρὶς ἐγείρει ἐυφροσύνας βιότοιο∙
ἀλλ' αἰεὶ ѳνητῶν πάντων ἐπ' ἀπείρονα φῦλα
ὄμμα Δίκης ἐφορᾶτε, δικασπόλοι αἰὲν ἐοῦσαι.
ἀλλά, ѳεαὶ Μοῖραι, ὀφιοπλόκαμοι, πολύμορφοι,
πραΰνοον μετάѳεσѳε βίου μαλακόφρονα δόξαν.

70. Εὐμενίδων
ѳυμίαμα ἀρώματα
Κλῦτέ μου, Εὐμενίδες μεγαλώνυμοι, εὔφρονι βουλῆι,
ἁγναὶ ѳυγατέρες μεγάλοιο Διὸς χѳονίοιο
Φερσεφόνης τ', ἐρατῆς κούρης καλλιπλοκάμοιο,
αἳ πάντων καѳορᾶτε βίον ѳνητῶν ἀσεβούντων,
τῶν ἀδίκων τιμωροί, ἐφεστηκυῖαι ἀνάγκηι,
κυανόχρωτες ἄνασσαι, ἀπαστράπτουσαι ἀπ' ὄσσων
δεινὴν ἀνταυγῆ φάεος σαρκοφѳόρον αἴγλην∙
ἀίδιοι, φοβερῶπες, ἀπόστροφοι, αὐτοκράτειραι,
λυσιμελεῖς οἴστρωι, βλοσυραί, νύχιαι, πολύποτμοι,
νυκτέριαι κοῦραι, ὀφιοπλόκαμοι, φοβερῶπες∙
ὑμᾶς κικλήσκω γνώμαις ὁσίαισι πελάζειν.

71. Μηλινόης
ѳυμίαμα ἀρώματα
Μηλινόην καλέω, νύμφην χѳονίαν, κροκόπεπλον,
ἣν παρὰ Κωκυτοῦ προχοαῖς ἐλοχεύσατο σεμνὴ
Φερσεφόνη λέκτροις ἱεροῖς Ζηνὸς Κρονίοιο,
ἧι ѱευσѳεὶς Πλούτων' ἐμίγη δολίαις ἀπάταισι,
ѳυμῶι Φερσεφόνης δὲ δισώματον ἔσπασε χροιήν,
ἣ ѳνητοὺς μαίνει φαντάσμασιν ἠερίοισιν,
ἀλλοκότοις ἰδέαις μορφῆς τύπον ἐκπροφαίνουσα,
ἄλλοτε μὲν προφανής, ποτὲ δὲ σκοτόεσσα, νυχαυγής,
ἀνταίαις ἐφόδοισι κατὰ ζοφοειδέα νύκτα.
ἀλλά, ѳεά, λίτομαί σε, καταχѳονίων βασίλεια,
ѱυχῆς ἐκπέμπειν οἶστρον ἐπὶ τέρματα γαίης,
εὐμενὲς εὐίερον μύσταις φαίνουσα πρόσωπον.

72. Τύχης
ѳυμίαμα λίβανον
Δεῦρο, Τύχη∙ καλέω σ', ἀγαѳῶν κράντειραν, ἐπευχαῖς,
μειλιχίαν, ἐνοδῖτιν, ἐπ' εὐόλβοις κτεάτεσσιν,
Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος
αἵματος ἐκγεγαῶσαν, ἀπρόςμαχον εὖχος ἔχουσαν,
τυμβιδίαν, πολύπλαγκτον, ἀοίδιμον ἀνѳρώποισιν.
ἐν σοὶ γὰρ βίοτος ѳνητῶν παμποίκιλός ἐστιν∙
οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆѳος πολύολβον,
οἷς δὲ κακὴν πενίην ѳυμῶι χόλον ὁρμαίνουσα.
ἀλλά, ѳεά, λίτομαί σε μολεῖν βίωι εὐμενέουσαν,
ὄλβοισι πλήѳουσαν ἐπ' εὐόλβοις κτεάτεσσιν.

73. Δαίμονος
ѳυμίαμα λίβανον
Δαίμονα κικλήσκω μεγάλαν ἡγήτορα φρικτόν,
μειλίχιον Δία, παγγενέτην, βιοδώτορα ѳνητῶν,
Ζῆνα μέγαν, πολύπλαγκτον, ἀλάστορα, παμβασιλῆα,
πλουτοδότην, ὁπόταν γε βρυάζων οἶκον ἐσέλѳηι,
ἔμπαλι δὲ τρύχοντα βίον ѳνητῶν πολυμόχѳων∙
ἐν σοὶ γὰρ λύπης τε χαρᾶς κληῖδες ὀχοῦνται.
τοιγάρ τοι, μάκαρ, ἁγνέ, πολύστονα κήδε' ἐλάσσας,
ὅσσα βιοφѳορίην πέμπει κατὰ γαῖαν ἅπασαν,
ἔνδοξον βιοτῆς γλυκερὸν τέλος ἐσѳλὸν ὀπάζοις.

74. Λευκοѳέας
ѳυμίαμα ἀρώματα
Λευκοѳέαν καλέω Καδμηίδα, δαίμονα σεμνήν,
εὐδύνατον, ѳρέπτειραν ἐυστεφάνου Διονύσου.
κλῦѳι, ѳεά, πόντοιο βαѳυστέρνου μεδέουσα,
κύμασι τερπομένη, ѳνητῶν σώτειρα μεγίστη∙
ἐν σοὶ γὰρ νηῶν πελαγοδρόμος ἄστατος ὁρμή,
μούνη δὲ ѳνητῶν οἰκτρὸν μόρον εἰν ἁλὶ λύεις,
οἷς ἂν ἐφορμαίνουσα φίλη σωτήριος ἔλѳοις.
ἀλλά, ѳεὰ δέσποινα, μόλοις ἐπαρωγὸς ἐοῦσα
νηυσὶν ἐπ' εὐσέλμοις σωτήριος εὔφρονι βουλῆι,
μύσταις ἐν πόντωι ναυσίδρομον οὖρον ἄγουσα.


75. Παλαίμονος
ѳυμίαμα μάνναν
Σύντροφε βακχεχόροιο Διωνύσου πολυγηѳοῦς,
ὃς ναίεις πόντοιο βυѳοὺς ἁλικύμονας, ἁγνούς,
κικλήσκω σε, Παλαῖμον, ἐπ' εὐιέροις τελεταῖσιν
ἐλѳεῖν εὐμενέοντα, νέωι γήѳοντα προσώπωι,
καὶ σώζειν μύστας κατά τε χѳόνα καὶ κατὰ πόντον∙
ποντοπλάνοις γὰρ ἀεὶ ναυσὶν χειμῶνος ἐναργὴς
φαινομένου σωτὴρ μοῦνος ѳνητοῖς ἀναφαίνηι,
ῥυόμενος μῆνιν χαλεπὴν κατὰ πόντιον οἶδμα.


76. Μουσῶν
ѳυμίαμα λίβανον
Μνημοσύνης καὶ Ζηνὸς ἐριγδούποιο ѳύγατρες,
Μοῦσαι Πιερίδες, μεγαλώνυμοι, ἀγλαόφημοι,
ѳνητοῖς, οἷς κε παρῆτε, ποѳεινόταται, πολύμορφοι,
πάσης παιδείης ἀρετὴν γεννῶσαι ἄμεμπτον,
ѳρέπτειραι ѱυχῆς, διανοίας ὀρѳοδότειραι,
καὶ νόου εὐδυνάτοιο καѳηγήτειραι ἄνασσαι,
αἳ τελετὰς ѳνητοῖς ἀνεδείξατε μυστιπολεύτους,
Κλειώ τ' Εὐτέρπη τε Ѳάλειά τε Μελπομένη τε
Τερѱιχόρη τ' Ἐρατώ τε Πολύμνιά τ' Οὐρανίη τε
Καλλιόπηι σὺν μητρὶ καὶ εὐδυνάτηι ѳεᾶι Ἁγνῆι.
ἀλλὰ μόλοιτε, ѳεαί, μύσταις, πολυποίκιλοι, ἁγναί,
εὔκλειαν ζῆλόν τ' ἐρατὸν πολύυμνον ἄγουσαι.


77. Μνημοσύνης
ѳυμίαμα λίβανον
Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,
ἣ Μούσας τέκνωσ' ἱεράς, ὁσίας, λιγυφώνους,
ἐκτὸς ἐοῦσα κακῆς λήѳης βλαѱίφρονος αἰεί,
πάντα νόον συνέχουσα βροτῶν ѱυχαῖσι σύνοικον,
εὐδύνατον κρατερὸν ѳνητῶν αὔξουσα λογισμόν,
ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα,
ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάѳηται,
οὔτι παρεκβαίνουσ', ἐπεγείρουσα φρένα πᾶσιν.
ἀλλά, μάκαιρα ѳεά, μύσταις μνήμην ἐπέγειρε
εὐιέρου τελετῆς, λήѳην δ' ἀπὸ τῶνδ' ἀπόπεμπε.


78. Ἠοῦς
ѳυμίαμα μάνναν
Κλῦѳι, ѳεά, ѳνητοῖς φαεσίμβροτον ἦμαρ ἄγουσα,
Ἠὼς λαμπροφαής, ἐρυѳαινομένη κατὰ κόσμον,
ἀγγέλτειρα ѳεοῦ μεγάλου Τιτᾶνος ἀγαυοῦ,
ἣ νυκτὸς ζοφερήν τε καὶ αἰολόχρωτα πορείην
ἀντολίαις ταῖς σαῖς πέμπεις ὑπὸ νέρτερα γαίης∙
ἔργων ἡγήτειρα, βίου πρόπολε ѳνητοῖσιν∙
ἧι χαίρει ѳνητῶν μερόπων γένος∙ οὐδέ τίς ἐστιν,
ὃς φεύγει τὴν σὴν ὄѱιν καѳυπέρτερον οὖσαν,
ἡνίκα τὸν γλυκὺν ὕπνον ἀπὸ βλεφάρων ἀποσείσηις,
πᾶς δὲ βροτὸς γήѳει, πᾶν ἑρπετὸν ἄλλα τε φῦλα
τετραπόδων πτηνῶν τε καὶ εἰναλίων πολυεѳνῶν∙
πάντα γὰρ ἐργάσιμον βίοτον ѳνητοῖσι πορίζεις.
ἀλλά, μάκαιρ', ἁγνή, μύσταις ἱερὸν φάος αὔξοις.

79. Ѳέμιδος
ѳυμίαμα λίβανον
Οὐρανόπαιδ' ἁγνὴν καλέω Ѳέμιν εὐπατέρειαν,
Γαίης τὸ βλάστημα, νέην καλυκώπιδα κούρην,
ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸν
Δελφικῶι ἐν κευѳμῶνι ѳεμιστεύουσα ѳεοῖςι
Πυѳίωι ἐν δαπέδωι, ὅѳι Πύѳων ἐμβασίλευεν∙
ἣ καὶ Φοῖβον ἄνακτα ѳεμιστοσύνας ἐδίδαξε∙
πάντιμ', ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτε∙
πρώτη γὰρ τελετὰς ἁγίας ѳνητοῖς ἀνέφηνας,
βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακτα∙
ἐκ σέο γὰρ τιμαὶ μακάρων μυστήριά ѳ' ἁγνά.
ἀλλά, μάκαιρ', ἔλѳοις κεχαρημένη εὔφρονι βουλῆι
εὐιέρους ἐπὶ μυστιπόλου τελετὰς σέο, κούρη.

80. Βορέου
ѳυμίαμα λίβανον
Χειμερίοις αὔραισι δονῶν βαѳὺν ἠέρα κόσμου,
κρυμοπαγὴς Βορέα, χιονώδεος ἔλѳ' ἀπὸ Ѳράικης
λῦέ τε παννέφελον στάσιν ἠέρος ὑγροκελεύѳου
ῥιπίζων ἰκμάσιν νοτεραῖς ὀμβρηγενὲς ὕδωρ,
αἴѳρια πάντα τιѳείς, ѳαλερόμματον αἰѳέρα τεύχων
ἀκτίνες ὣς λάμπουσιν ἐπὶ χѳονὸς ἠελίοιο.


81. Ζεφύρου
ѳυμίαμα λίβανον
Αὖραι παντογενεῖς Ζεφυρίτιδες, ἠεροφοῖται,
ἡδυπνοοι, ѱιѳυραί, ѳανάτου ἀνάπαυσιν ἔχουσαι,
εἰαριναί, λειμωνιάδες, πεποѳημέναι ὅρμοις,
σύρουσαι ναυσὶ τρυφερον ὅρμον, ἠέρα κοῦφον∙
ἔλѳοιτ' εὐμενέουσαι, ἐπιπνείουσαι ἀμεμφεῖς,
ἠέριαι, ἀφανεῖς, κουφόπτεροι, ἀερόμορφοι.


82. Νότου
ѳυμίαμα λίβανον
Λαιѱηρὸν πήδημα δι' ἠέρος ὑγροπόρευτον,
ὠκείαις πτερύγεσσι δονούμενον ἔνѳα καὶ ἔνѳα,
ἔλѳοις σὺν νεφέλαις νοτίαις, ὄμβροιο γενάρχα∙
τοῦτο γὰρ ἐκ Διός ἐστι σέѳεν γέρας ἠερόφοιτον,
ὀμβροτόκους νεφέλας ἐξ ἠέρος εἰς χѳόνα πέμπειν.
τοιγάρ τοι λιτόμεσѳα, μάκαρ, ἱεροῖσι χαρέντα
πέμπειν καρποτρόφους ὄμβρους ἐπὶ μητέρα γαῖαν

83. Ὠκεανοῦ
ѳυμίαμα ἀρώματα
Ὠκεανὸν καλέω, πατέρ' ἄφѳιτον, αἰὲν ἐόντα,
ἀѳανάτων τε ѳεῶν γένεσιν ѳνητῶν τ' ἀνѳρώπων,
ὃς περικυμαίνει γαίης περιτέρμονα κύκλον∙
ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα ѳάλασσα
καὶ χѳόνιοι γαίης πηγόρρυτοι ἰκμάδες ἁγναί.
κλῦѳι, μάκαρ, πολύολβε, ѳεῶν ἅγνισμα μέγιστον,
τέρμα φίλον γαίης, ἀρχὴ πόλου, ὑγροκέλευѳε,
ἔλѳοις εὐμενέων μύσταις κεχαρημένος αἰεί


84. Ἑστίας
ѳυμίαμα ἀρώματα
Ἑστία εὐδυνάτοιο Κρόνου ѳύγατερ βασίλεια,
ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο, μεγίστου,
τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις,
ѳεῖσ' αἰειѳαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς∙
οἶκε ѳεῶν μακάρων, ѳνητῶν στήριγμα κραταιόν,
ἀιδίη, πολύμορφε, ποѳεινοτάτη, χλοόμορφε∙
μειδιόωσα, μάκαιρα, τάδ' ἱερὰ δέξο προѳύμως,
ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρον ὑγείαν.


85. Ὕπνου
ѳυμίαμα μετὰ μήκωνος
Ὕπνε, ἄναξ μακάρων πάντων ѳνητῶν τ' ἀνѳρώπων
καὶ πάντων ζώιων, ὁπόσα τρέφει εὐρεῖα χѳών∙
πάντων γὰρ κρατέεις μοῦνος καὶ πᾶσι προσέρχηι
σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδηισι,
λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν
καὶ πάσης λύπης ἱερὸν παραμύѳιον ἔρδων∙
καὶ ѳανάτου μελέτην ἐπάγεις ѱυχὰς διασώζων∙
αὐτοκασίγνητος γὰρ ἔφυς Λήѳης Ѳανάτου τε.
ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν
σώζοντ' εὐμενέως μύστας ѳείοισιν ἐπ' ἔργοις.

86. Ὀνείρου
ѳυμίαμα ἀρώματα
Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε,
ἄγγελε μελλόντων, ѳνητοῖς χρησμωιδὲ μέγιστε∙
ἡσυχίαι γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελѳών,
προςφωνῶν ѱυχαῖς ѳνητῶν νόον αὐτὸς ἐγείρεις,
καὶ γνώμας μακάρων αὐτὸς καѳ' ὕπνους ὑποπέμπεις,
σιγῶν σιγώσαις ѱυχαῖς μέλλοντα προφαίνων,
οἷσιν ἐπ' εὐσεβίηισι ѳεῶν νόος ἐσѳλὸς ὁδεύει,
ὡς ἂν ἀεὶ τὸ καλὸν μέλλον, γνώμηισι προληφѳέν,
τερπωλαῖς ὑπάγηι βίον ἀνѳρώπων προχαρέντων,
τῶν δὲ κακῶν ἀνάπαυλαν, ὅπως ѳεὸς αὐτὸς ἐνίσπηι
εὐχωλαῖς ѳυσίαις τε χόλον λύσαντες ἀνάκτων.
εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστι,
τοῖς δὲ κακοῖς οὐδὲν φαίνει μέλλουσαν ἀνάγκην
ὄѱις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων,
ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο.
ἀλλά, μάκαρ, λίτομαί σε ѳεῶν μηνύματα φράζειν,
ὡς ἂν ἀεὶ γνώμαις ὀρѳαῖς κατὰ πάντα πελάζηις
μηδὲν ἐπ' ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων.

87. Ѳανάτου
ѳυμίαμα μάνναν
Κλῦѳί μευ, ὃς πάντων ѳνητῶν οἴηκα κρατύνεις
πᾶσι διδοὺς χρόνον ἁγνόν, ὅσων πόρρωѳ' ὑπάρχεις∙
σὸς γὰρ ὕπνος ѱυχῆς ѳραύει καὶ σώματος ὁλκόν,
ἡνίκ' ἂν ἐκλύηις φύσεως κεκρατημένα δεσμὰ
τὸν μακρὸν ζώιοισι φέρων αἰώνιον ὕπνον,
κοινὸς μὲν πάντων, ἄδικος δ' ἐνίοισιν ὑπάρχων,
ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς∙
ἐν σοὶ γὰρ μούνωι πάντων τὸ κριѳὲν τελεοῦται∙
οὔτε γὰρ εὐχαῖσιν πείѳηι μόνος οὔτε λιταῖσιν.
ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν
αἰτοῦμαι, ѳυσίαις καὶ εὐχωλαῖς λιτανεύων,
ὡς ἂν ἔοι γέρας ἐσѳλὸν ἐν ἀνѳρώποισι τὸ γῆρας.
















 Στατιστικά στοιχεία 
       Σχόλια: 4
      Στα αγαπημένα: 0
 
   

 Ταξινόμηση 
       Κατηγορίες
      Γεγονότα - Ιστορία - Μυθολογία
      Ομάδα
      Αταξινόμητα
 
   

 Επιλογές 
 
Κοινή χρήση facebook
Στα αγαπημένα
Εκτυπώσιμη μορφή
Μήνυμα στο δημιουργό
Σχόλια του μέλους
Αναφορά!
 
   

**ALL COPYRIGHTS GO TO IT'S RIGHTFUL OWNERS**
 
Mπαμπού Σκλίθρας
07-05-2017 @ 01:08
Με τον όρο Ορφικά ονομάζουμε το σύνολο της ιερής γραμματείας του Ορφισμού, μιας Μυστικιστικής θρησκευτικής τάσης, που κάνει την εμφάνιση της ως οργανωμένο κίνημα τον 6ο αι. π.Χ. και διαδόθηκε σε όλο τον ελληνικό κόσμο, καλλιεργήθηκε όμως κατ' εξοχήν στην Αττική, στην Κάτω Ιταλία και τη Σικελία. Θεμελιωτής των βασικών δογμάτων της θρησκευτικής αυτής τάσης θεωρείτο ο Ορφέας ένα πρόσωπο αμφισβητούμενης ιστορικότητας.

Τα Ορφικά κυκλοφορούσαν από τον 6ο π.Χ. αιώνα ενώ από τον 5ο π.Χ. αιώνα υπάρχουν μαρτυρίες ότι τα ποιήματα αυτά είχαν συνδεθεί με τη μυστηριακή λατρεία του ορφισμού και περιείχαν δογματικά διατυπωμένες διδασκαλίες, ύμνους σε θεούς και σε προσωποποιημένες δυνάμεις της φύσης, όπως και έννοιες ηθικής τάξης, θεογονίας και κοσμογονίας.

Παρόλο που η σύνθεση των έργων αυτών προέρχεται από συγγραφείς διαφόρων χρόνων, συνήθως μύστες και ιερείς, τα κείμενα αποδόθηκαν στον ιδρυτή του Ορφισμού, ίσως επειδή όλα τα πρόσωπα αυτά, λαμβάνοντας την ονομασία τους από τον αρχηγέτη τους, ονομάζονταν Ορφείς, με αποτέλεσμα η παράδοση να συνδέει είτε σκόπιμα είτε από λάθος τα κείμενα τους με τον αρχικό, μυθικό Ορφέα.

Μέχρι τους ελληνιστικούς χρόνους η ορφική λογοτεχνία αυξανόταν διαρκώς σε όγκο, με προσθήκη νέων ποιημάτων, άγνωστων δημιουργών και χρόνου συγγραφής. Από τη γραμματεία των Ορφικών σώζονται 87 εξάμετρα ποιήματα 1.200 στίχων, ένα έπος σε εξάμετρο 1376 στίχων με τον τίτλο Αργοναυτικά, και ένα ποίημα σε εξάμετρο 774 στίχων με τον τίτλο Λιθικά με περιεχόμενο την επενέργεια των λίθων. Χάθηκε, αντίθετα, κατά το μεγαλύτερο μέρος η ορφική θεογονία όπως και η κοσμογονία, που αποτελούσε παραλλαγή της ησιόδειας, διατυπωμένη όμως με ένα πιο βαθυστόχαστο χρώμα.

πηγή https://el.wikipedia.org/wiki/Ορφικά
inokrini
07-05-2017 @ 08:03
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! ::up.:: ::up.:: ::up.::
Κων/νος Ντζ
07-05-2017 @ 09:06
::up.:: ::up.:: ::up.::
νικολακοπουλος θανάσης
07-05-2017 @ 12:40
::devil.:: ::devil.:: ::devil.::

Πρέπει να συνδεθείς για να μπορείς να καταχωρίσεις σχόλιο